<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="70"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ὅτι, ὦ ἑταῖρε, κἂν εὕρωμεν ὑπισχνούμενόν τινα εἰδέναι τε ἀπόδειξιν καὶ ἄλλον διδάξειν, οὐκ αὐτίκα, οἶμαι, πιστεύσομεν αὐτῷ, ἀλλά τινα ζητήσομεν τὸν κρῖναι δυνάμενον, εἰ ἀληθῆ ὁ ἀνὴρ λέγει· κἂν τούτου εὐπορήσωμεν, ἄδηλον ἔτι ἡμῖν εἰ ὁ ἐπιγνώμων οὗτος οἶδε διαγιγνώσκειν τὸν ὀρθῶς κρινοῦντα ἢ μή, καὶ ἐπʼ αὐτὸν αὖθις τοῦτον ἄλλου ἐπιγνώμονος, οἶμαι, δεῖ. ἡμεῖς γὰρ πόθεν ἂν εἰδείημεν διακρίνειν τὸν ἄριστα κρῖναι δυνάμενον; ὁρᾷς ὅποι τοῦτο ἀποτείνεται καὶ ὡς ἀπέραντον γίγνεται, στῆναί ποτε καὶ καταληφθῆναι μὴ δυνάμενον; ἐπεὶ καὶ τὰς ἀποδείξεις αὐτάς, ὁπόσας οἷόν τε εὑρίσκειν, ἀμφισβητουμένας ὄψει καὶ μηδὲν ἐχούσας βεβαιου· αἱ γοῦν πλεῖσται αὐτῶν διʼ ἄλλων ἀμφισβητουμένων <pb n="p.381"/> πείθειν ἡμᾶς βιάζονται εἰδέναι, αἱ δὲ τοῖς πάνυ προδήλοις τὰ ἀφανέστατα συνάπτουσαι οὐδὲν αὐτοῖς κοινωνοῦντα ἀποδείξεις ὅμως αὐτῶν εἶναι φάσκουσιν, ὥσπερ εἴ τις οἴοιτο ἀποδείξειν εἶναι θεούς, διότι βωμοὶ αὐτῶν ὄντες φαίνονται. ὥστε, ὦ Ἑρμότιμε, οὐκ οἶδʼ ὅπως καθάπερ οἱ ἐν κύκλῳ θέοντες ἐπὶ τὴν αὐτὴν ἀρχὴν καὶ <milestone unit="Reitz_page" n="813"/> ἀπορίαν ἐπανεληλύθαμεν. </p></sp></div></div></body></text></TEI>