<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="69"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ὡς εἴ γέ τινα εὕροις διδάσκαλον, ὃς ἀποδείξεως πέρι καὶ τῆς τῶν ἀμφισβητουμένων διακρίσεως τέχνην τινὰ εἰδὼς διδάξειέ σε, παύσῃ δηλαδὴ πράγματα ἔχων· αὐτίκα γάρ σοι τὸ βέλτιστον φανεῖται καὶ τἀληθὲς <pb n="p.380"/> ὑπαχθὲν τῇ ἀποδεικτικῇ ταύτῃ τέχνῃ καὶ τὸ ψεῦδος ἐλεγχθήσεται, καὶ σὺ βεβαίως ἑλόμενος καὶ κρίνας φιλοσοφήσεις καὶ τὴν τριπόθητον εὐδαιμονίαν κτησάμενος βιώσῃ μετʼ αὐτῆς ἅπαντα συλλήβδην ἔχων τἀγαθά. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Λυκῖνε· παρὰ πολὺ γὰρ ταῦτʼ ἀμείνω καὶ ἐλπίδος οὐ μικρᾶς ἐχόμενα λέγεις, καὶ ζητητέος, ὡς ἔοικεν, ἡμῖν ἀνήρ τις τοιοῦτος, διαγνωστικούς τε καὶ διακριτικοὺς ποιήσων ἡμᾶς καὶ τὸ μέγιστον, ἀποδεικτικούς· ὡς τά γε μετὰ ταῦτα ῥᾴδια ἤδη καὶ ἀπράγμονα καὶ οὐ πολλῆς διατριβῆς δεόμενα. καὶ ἔγωγε ἤδη χάριν οἶδά σοι ἐξευρόντι σύντομόν τινα ταύτην ἡμῖν καὶ ἀρίστην ὁδόν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μὴν οὐδέπω χάριν ἄν μοι εἰδείης εἰκότως· οὐδὲν γάρ σοι ἐξευρηκὼς ἔδειξα, ὡς ἐγγυτέρω σε ποιήσειν τῆς ἐλπίδος, τὸ δὲ πολὺ πορρωτέρω γεγόναμεν ἢ <milestone unit="Reitz_page" n="812"/> πρότερον ἦμεν καὶ κατὰ τοὺς παροιμιαζομένους <q>πολλὰ μοχθήσαντες ὁμοίως ἐσμέν.</q> </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πῶς τοῦτο φής; πάνυ γὰρ λυπηρόν τι καὶ δύσελπι ἐρεῖν ἔοικας. </p></sp></div></div></body></text></TEI>