Ἑρμότιμος τὰ ποῖα; Λυκῖνος οὐκ ἀκούεις τῶν Στωϊκῶν ἢ Ἐπικουρείων ἢ Πλατωνικῶν εἶναι φασκόντων τοὺς μὲν εἰδέναι τοὺς λόγους ἑκάστους, τοὺς δὲ μή, καίτοι τά γε ἄλλα πάνυ ἀξιοπίστους ὄντας; Ἑρμότιμος ἀληθῆ ταῦτα. Λυκῖνος τὸ τοίνυν διακρῖναι τοὺς εἰδότας καὶ διαγνῶναι ἀπὸ τῶν οὐκ εἰδότων μέν, φασκόντων δέ, οὔ σοι δοκεῖ πάνυ ἐργῶδες εἶναι; Ἑρμότιμος καὶ μάλα. Λυκῖνος δεήσει τοίνυν σέ, εἰ μέλλεις Στωϊκῶν τὸν ἄριστον εἴσεσθαι, εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλʼ οὖν ἐπὶ τοὺς πλείστους αὐτῶν ἐλθεῖν καὶ πειραθῆναι καὶ τὸν ἀμείνω προστήσασθαι διδάσκαλον, γυμνασάμενόν γε πρότερον καὶ κριτικὴν τῶν τοιούτων δύναμιν πορισάμενον, ὡς μή σε λάθῃ ὁ χείρων προκριθείς. καὶ σὺ καὶ πρὸς τοῦτο ὅρα ὅσου δεῖ τοῦ χρόνου, οὗ ἑκὼν παρῆκα δεδιὼς μὴ σὺ ἀγανακτήσῃς, καίτοι τό γε μέγιστόν τε ἅμα καὶ ἀναγκαιότατον ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ἀδήλοις τε καὶ ἀμφιβόλοις, ἓν τοῦτό ἐστιν, οἶμαι· καὶ μόνη σοι αὕτη πιστὴ καὶ βέβαιος ἐλπὶς ἐπὶ τὴν ἀλήθειάν τε καὶ εὕρεσιν αὐτῆς, άλλη δὲ οὐδʼ ἡτισοῦν ἢ τὸ κρίνειν δύνασθαι καὶ χωρίζειν ἀπὸ τῶν ἀληθῶν τὰ ψευδῆ ὑπάρχειν σοι καὶ κατὰ τοὺς ἀργυρογνώμονας διαγιγνώσκειν ἅ τε δόκιμα καὶ ἀκίβδηλα καὶ ἃ παρακεκομμένα, καὶ εἴ ποτε τοιαύτην τινὰ δύναμιν καὶ τέχνην πορισάμενος ᾔεις ἐπὶ τὴν ἐξέτασιν τῶν λεγομένων· εἰ δὲ μή, εὖ ἴσθι ὡς οὐδὲν κωλύσει σε τῆς ῥινὸς ἕλκεσθαι ὑφʼ ἑκάστων ἢ θαλλῷ προδειχθέντι ἀκολουθεῖν ὥσπερ τὰ πρόβατα, μᾶλλον δὲ τῷ ἐπιτραπεζίῳ ὕδατι ἐοικὼς ἔσῃ, ἐφʼ ὅ τι ἂν μέρος ἑλκύσῃ σέ τις ἄκρῳ τῷ δακτύλῳ ἀγόμενος, ἢ καὶ νὴ Δία καλάμῳ τινὶ ἐπʼ ὄχθῃ παραποταμίᾳ πεφυκότι καὶ πρὸς πᾶν τὸ πνέον καμπτομένῳ, κἂν μικρά τις αὔρα διαφυσήσασα διασαλεύσῃ αὐτόν.