Ἑρμότιμος ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν; ἑκατὸν ἔτη χρὴ βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα; ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν; Λυκῖνος οὐ γάρ, ὦ Ἑρμότιμε· καὶ δεινὸν οὐδέν, εἴ γε ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδʼ ὅ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν ἥλιον δῦναι Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο. Ἑρμότιμος περιέρχῃ με, ὦ Λυκῖνε, καὶ συνελαύνεις ἐς στενὸν οὐδὲν ὑπʼ ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι, σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν. Λυκῖνος οἶσθʼ οὖν ὃ δράσεις; ἐμοὶ μὲν ὥσπερ κορυβαντιῶντι μὴ πρόσεχε τὸν νοῦν, ἀλλʼ ἔα ληρεῖν, σὺ δὲ ὡς ἔχεις προχώρει ἐς τὸ πρόσθεν τῆς ὁδοῦ καὶ πέραινε κατὰ τὰ ἐξ ἀρχῆς σοι δεδογμένα περὶ τούτων. Ἑρμότιμος ἀλλʼ οὐκ ἐᾷς σὺ βίαιος ὢν αἱρεῖσθαί τι, ἢν μὴ πειραθῶ ἁπάντων. Λυκῖνος καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς οὐκ ἄν ποτε ἄλλο εἴποιμι. βίαιον δὲ λέγων ἐμὲ ἀναίτιον δοκεῖς μοι κατὰ τὸν ποιητὴν αἰτιάασθαι αὐτόν, ἔστʼ ἂν μὴ ἕτερός σοι λόγος συμμαχήσας ἀφέληται τῆς βίας, ἤδη ἀγόμενον· ἰδού γέ τοι καὶ τάδε πολλῷ βιαιότερα φαίη ἄν σοι ὁ λόγος· σὺ δʼ ἐκεῖνον παρεὶς ἐμὲ ἴσως αἰτιάσῃ. Ἑρμότιμος τὰ ποῖα; θαυμάζω γάρ, εἴ τι ἄρρητον καταλέλειπται αὐτῷ.