<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="52"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὐκοῦν τοῦτο, ὦ Λυκῖνε, φής, ὡς οὐ <milestone unit="Reitz_page" n="793"/> φιλοσοφητέον ἡμῖν, ἀλλὰ χρὴ ἀργίᾳ παραδιδόντας αὑτοὺς ἰδιώτας καταβιῶναι; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ ποῦ τοῦτο ἤκουσας ἐμοῦ λέγοντος; ἐγὼ γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλʼ ἐπείπερ φιλοσοφητέον ὁδοί τε πολλαί εἰσιν ἐπὶ φιλοσοφίαν ἑκάστη καὶ ἀρετὴν ἄγειν φάσκουσαι, ἡ δὲ ἀληθὴς ἐν αὐταῖς ἄδηλος, ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν. ἀδύνατον δέ γε ἡμῖν ἐφαίνετο πολλῶν προτεθέντων ἑλέσθαι τὸ ἄριστον, εἰ μὴ ἐπὶ πάντα ἴοι τις πειρώμενος· εἶτά πως μακρὰ ἡ πεῖρα ὤφθη. σὺ δὲ πῶς ἀξιοῖς; — αὖθις γὰρ ἐρήσομαι — ὅτῳ ἂν πρώτῳ ἐντύχῃς, τούτῳ ἕψῃ καὶ συμφιλοσοφήσεις, κἀκεῖνος ἕρμαιον ποιήσεταί σε; </p></sp></div></div></body></text></TEI>