Ἑρμότιμος οὐκοῦν τοῦτο, ὦ Λυκῖνε, φής, ὡς οὐ φιλοσοφητέον ἡμῖν, ἀλλὰ χρὴ ἀργίᾳ παραδιδόντας αὑτοὺς ἰδιώτας καταβιῶναι; Λυκῖνος καὶ ποῦ τοῦτο ἤκουσας ἐμοῦ λέγοντος; ἐγὼ γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλʼ ἐπείπερ φιλοσοφητέον ὁδοί τε πολλαί εἰσιν ἐπὶ φιλοσοφίαν ἑκάστη καὶ ἀρετὴν ἄγειν φάσκουσαι, ἡ δὲ ἀληθὴς ἐν αὐταῖς ἄδηλος, ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν. ἀδύνατον δέ γε ἡμῖν ἐφαίνετο πολλῶν προτεθέντων ἑλέσθαι τὸ ἄριστον, εἰ μὴ ἐπὶ πάντα ἴοι τις πειρώμενος· εἶτά πως μακρὰ ἡ πεῖρα ὤφθη. σὺ δὲ πῶς ἀξιοῖς; — αὖθις γὰρ ἐρήσομαι — ὅτῳ ἂν πρώτῳ ἐντύχῃς, τούτῳ ἕψῃ καὶ συμφιλοσοφήσεις, κἀκεῖνος ἕρμαιον ποιήσεταί σε;