<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="51"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὔκ, ἀλλʼ ὑβριστὴς ἀεὶ σύ, καὶ οὐκ οἶδʼ ὅ τι παθὼν μισεῖς φιλοσοφίαν καὶ ἐς τοὺς φιλοσοφοῦντας ἀποσκώπτεις. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὦ Ἑρμότιμε, ἥτις μὲν ἡ ἀλήθειά ἐστιν ὑμεῖς ἂν ἄμεινον εἴποιτε οἱ σοφοί, σύ τε καὶ ὁ διδάσκαλος· ἐγὼ δὲ τό γε τοσοῦτον οἶδα, ὡς οὐ πάνυ ἡδεῖά ἐστιν αὐτὴ τοῖς ἀκούουσιν, ἀλλὰ παρευδοκιμεῖται ὑπὸ τοῦ ψεύδους παρὰ πολύ· εὐπροσωπότερον γὰρ ἐκεῖνο καὶ διὰ τοῦτο ἥδιον· ἡ δὲ ἅτε μηδὲν κίβδηλον ἑαυτῇ συνειδυῖα μετὰ παρρησίας διαλέγεται τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ἄχθονται αὐτῇ. ἰδού γέ τοι, καὶ σὺ νῦν ἄχθῃ μοι τἀληθὲς ἐξευρόντι περὶ τούτων μετὰ σοῦ καὶ δηλώσαντι οἵων ἐρῶμεν ἐγώ τε καὶ σύ, ὡς οὐ πάνυ ῥᾳδίων· ὥσπερ εἰ ἀνδριάντος ἐρῶν ἐτύγχανες καὶ ᾤου τεύξεσθαι ὑπολαμβάνων ἄνθρωπον εἶναι, ἐγὼ δὲ κατιδὼν ὡς λίθος ἢ χαλκὸς εἴη ἐμήνυσα <pb n="p.369"/> πρός σε ὑπʼ εὐνοίας ὅτι ἀδυνάτων ἐρᾷς, καὶ τότε δύσνουν ἐμὲ εἶναι ᾤου ἂν σαυτῷ, διότι σε οὐκ εἴων ἐξαπατᾶσθαι ἀλλόκοτα καὶ ἀνέλπιστα ἐλπίζοντα. </p></sp></div></div></body></text></TEI>