Ἑρμότιμος ἀληθῆ. Λυκῖνος τί οὖν; ἔχεις μοί τινα εἰπεῖν ἁπάσης ὁδοῦ πεπειραμένον ἐν φιλοσοφίᾳ, καὶ ὃς τά τε ὑπὸ Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Χρυσίππου καὶ Ἐπικούρου καὶ τῶν ἄλλων λεγόμενα εἰδὼς τελευτῶν μίαν εἵλετο ἐξ ἁπασῶν ὁδῶν ἀληθῆ τε δοκιμάσας καὶ πείρᾳ μαθὼν ὡς μόνη ἄγει εὐθὺ τῆς εὐδαιμονίας; εἰ γάρ τινα τοιοῦτον εὕροιμεν, παυσόμεθα πράγματα ἔχοντες. Ἑρμότιμος οὐ ῥᾴδιον, ὦ Λυκῖνε, τοιοῦτον ἄνδρα εὑρεῖν. Λυκῖνος τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐκ ἀπαγορευτέον οἶμαι, ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα; Ἑρμότιμος ἔοικεν ἀπό γε τούτων· πλὴν ἐκεῖνο μὴ ἐναντίον ᾖ, ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθησομένῳ; Λυκῖνος ἐγώ σοι φράσω· τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα, καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι. Ἑρμότιμος τίς οὖν ἂν ἡμῖν Ἀριάδνη γένοιτʼ ἂν ἢ πόθεν τοῦ λίνου εὐπορήσομεν; Λυκῖνος θάρρει, ὦ ἑταῖρε· δοκῶ γάρ μοι εὑρηκέναι οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν. Ἑρμότιμος τί οὖν τοῦτό ἐστιν; Λυκῖνος οὐκ ἐμὸν ἐρῶ, ἀλλά τινος τῶν σοφῶν, τὸ νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν ἀκούοντες, ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως εὐμαρῶς ἂν τοὺς λαβυρίνθους ἐκφύγοιμεν. Ἑρμότιμος εὖ λέγεις, καὶ τοῦτο ποιῶμεν. Λυκῖνος εἶεν. ἐπὶ τίνα δὴ αὐτῶν πρῶτον ἔλθοιμεν ἄν; ἢ τοῦτο μὲν οὐδὲν διοίσει; ἀρξάμενοι δὲ ἀφʼ ὁτουοῦν, οἷον ἀπὸ Πυθαγόρου, ἢν οὕτω τύχῃ, πόσῳ ἂν χρόνῳ οἰόμεθα ἐκμαθεῖν τὰ Πυθαγόρου ἅπαντα; καὶ μή μοι ἐξαίρει καὶ τὰ πέντε ἔτη ἐκεῖνα τὰ τῆς σιωπῆς· σὺν δʼ οὖν τοῖς πέντε ἱκανὰ τριάκοντα, οἶμαι, εἰ δὲ μή, ἀλλὰ πάντως γε εἴκοσι. Ἑρμότιμος θῶμεν οὕτως. Λυκῖνος εἶτα ἑξῆς τῷ Πλάτωνι θετέον δηλαδὴ τοσαῦτα ἕτερα, ἔτι μὴν καὶ Ἀριστοτέλει οὐκ ἐλάττω. Ἑρμότιμος οὐ γάρ. Λυκῖνος Χρυσίππῳ δέ γε οὐκέτι ἐρήσομαί σε πόσα· οἴδα γὰρ παρὰ σοῦ ἀκούσας ὅτι τετταράκοντα μόγις ἱκανά. Ἑρμότιμος οὕτως. Λυκῖνος εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν ἐννοήσῃς, ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ ταῦτα εἰδέναι πάντα τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος, ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα· εἰ δὲ μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδʼ ὅλως εἰδέναι τι ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδε. λογισώμεθα οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα Πλάτωνι τοσαῦθʼ ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις. πόσα δʼ οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ γένοιτʼ ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν φιλοσοφία; Ἑρμότιμος ὑπὲρ διακόσια, ὦ Λυκῖνε. Λυκῖνος βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ ὅλον; Ἑρμότιμος αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ γενετῆς εὐθὺς ἀρξάμενοι. Λυκῖνος τί οὖν ἂν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα, ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν; Ἑρμότιμος ναί. Λυκῖνος πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν· πρὶν δὲ ρὕτω ποιῆσαι, ἐν σκότῳ, φασίν, ὀρχοίμεθʼ ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτʼ εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν· πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον. Ἑρμότιμος ὦ Λυκῖνε, οὐκ οἶδʼ ὅπως εὔλογα μὲν δοκεῖς μοι λέγειν, ἀτὰρ — εἰρήσεται γὰρ τἀληθές — οὐ μετρίως ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν δέον. ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπʼ ἀγαθῷ ἐξεληλυθέναι τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχηκέναι σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων δεομένην. Λυκῖνος οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ — ἥτις ποτὲ καὶ ἐκαλεῖτο, οὐ γὰρ οἶδα — ἢ καὶ πολὺ πρότερον τῇ φύσει ἡμῶν, ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ τοῦ λόγου ἀποβάν.