Λυκῖνος σὺ μὲν γὰρ ὡς ἑξῆς παντως γραφομένων τῶν γραμμάτων εἴρηκας, οἷον πρώτου τοῦ Α, δευτέρου δὲ τοῦ Β καὶ κατὰ τὴν τάξιν, ἄχρι ἂν ἐς ἓν αὐτῶν τελευτήσῃ ὁ ἀριθμὸς τῶν ἀθλητῶν· καὶ δίδωμί σοι Ὀλυμπίασιν οὕτω γίγνεσθαι. τί δέ, εἰ ἐξελόντες ἀτάκτως πέντε γράμματα ἐξ ἁπάντων, τὸ Χ καὶ τὸ Σ καὶ τὸ Ζ καὶ το Κ καὶ τὸ Θ, τὰ μὲν ἄλλα τέτταρα διπλᾶ ἐπὶ τῶν κλήρων τῶν ὀκτὼ γράφοιμεν, τὸ δὲ Ζ μόνον ἐπὶ τοῦ ἐνάτου, ὃ δὴ καὶ δηλοῦν ἔμελλεν ἡμῖν τὸν ἔφεδρον, τί ποιήσεις πρῶτον εὑρὼν τὸ Ζ; τῷ διαγνώσῃ ἔφεδρον ὄντα τὸν ἔχοντα αὐτό, ἢν μὴ ἐπὶ πάντας ἐλθὼν εὕρῃς οὐδὲν αὐτῷ συμφωνοῦν; οὐ γὰρ εἶχες ὥσπερ νῦν τῇ τάξει αὐτῶν τεκμαίρεσθαι. Ἑρμότιμος Δυσαπόκριτον τοῦτο ἐρωτᾷς.