<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="41"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">Ἔχʼ ἀτρέμας· τούτου γὰρ ἐδεόμην μάλιστα. οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ — βούλομαι γάρ σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι — ἐπισκοπεῖς τὰ γράμματα, καὶ οὐ πρότερον, οἶμαι, μάθοις ἂν ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς καὶ συζεύξῃς αὐτούς. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πῶς, ὦ Λυκῖνε, τοῦτο φής; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν· οὐ γὰρ προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶ τὸ χειροτονοῦν τὸν ἔφεδρον· ἀλλʼ ἐπειδὰν τῷ Α ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ αὖθις τῷ βῆτα το ἕτερον βῆτα ὅπου ἐστὶ ζητεῖς, <pb n="p.363"/> τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="42"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">τί δʼ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις. τί ποιήσεις; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις, οὐκ ἂν μάθοις τὸν ἔφεδρον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι· ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα <milestone unit="Reitz_page" n="785"/> ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πῶς, ὦ Ἑρμότιμε; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσι καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασι καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πότερον, ὦ Ἑρμότιμε, ἐπαινέσω σε τῆς συνέσεως, ἢ θέλεις ἀντείπω τά γʼ ἐμοὶ δοκοῦντα, ὁποῖα ἂν ᾖ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> νὴ Δία· διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="43"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">σὺ μὲν γὰρ ὡς ἑξῆς παντως γραφομένων τῶν γραμμάτων εἴρηκας, οἷον πρώτου τοῦ Α, δευτέρου δὲ τοῦ Β καὶ κατὰ τὴν τάξιν, ἄχρι ἂν ἐς ἓν αὐτῶν τελευτήσῃ ὁ ἀριθμὸς τῶν ἀθλητῶν· καὶ δίδωμί σοι Ὀλυμπίασιν οὕτω γίγνεσθαι. τί δέ, εἰ ἐξελόντες ἀτάκτως πέντε γράμματα ἐξ ἁπάντων, τὸ Χ καὶ τὸ Σ καὶ τὸ Ζ καὶ το Κ καὶ τὸ Θ, τὰ μὲν ἄλλα τέτταρα διπλᾶ ἐπὶ τῶν κλήρων τῶν ὀκτὼ γράφοιμεν, τὸ δὲ Ζ μόνον ἐπὶ τοῦ ἐνάτου, ὃ <pb n="p.364"/> δὴ καὶ δηλοῦν ἔμελλεν ἡμῖν τὸν ἔφεδρον, τί ποιήσεις πρῶτον εὑρὼν τὸ Ζ; τῷ διαγνώσῃ ἔφεδρον ὄντα τὸν ἔχοντα αὐτό, ἢν μὴ ἐπὶ πάντας ἐλθὼν εὕρῃς οὐδὲν αὐτῷ συμφωνοῦν; οὐ γὰρ εἶχες ὥσπερ νῦν τῇ τάξει αὐτῶν τεκμαίρεσθαι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> Δυσαπόκριτον τοῦτο ἐρωτᾷς. <milestone unit="Reitz_page" n="786"/> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="44"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> Ἰδοὺ δὴ καὶ ἑτέρως τὸ αὐτὸ ἐπισκόπησον. τί γάρ, εἰ μηδὲ γράμματα γράφοιμεν ἐπὶ τῶν κλήρων, ἀλλά τινα σημεῖα καὶ χαρακτῆρας, οἷα πολλὰ Αἰγύπτιοι γράφουσιν ἀντὶ τῶν γραμμάτων, κυνοκεφάλους τινὰς ὄντας καὶ λεοντοκεφάλους ἀνθρώπους; ἢ ἐκεῖνα μὲν ἐάσωμεν, ἐπείπερ ἀλλόκοτά ἐστι. φέρε δὲ τὰ μονοειδῆ καὶ ἁπλᾶ ἐπιγράψωμεν ὡς οἷόν τε εἰκάσαντες ἀνθρώπους ἐπὶ δυοῖν κλήροιν, δύο ἵππους ἐπὶ δυοῖν καὶ ἀλεκτρυόνας δύο καὶ κύνας δύο, τῷ δὲ ἐνάτῳ λέων ἔστω τοὐπίσημον. ἢν τοίνυν τῷ λεοντοφόρῳ τούτῳ κλήρῳ ἐν ἀρχῇ ἐντύχῃς, πόθεν ἕξεις εἰπεῖν ὅτι οὗτός ἐστιν ὁ τὸν ἔφεδρον ποιῶν. ἢν μὴ παραθεωρήσῃς ἅπαντας ἐπιὼν εἴ τις καὶ ἄλλος λέοντα ἔχει; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐκ ἔχω ὅ τι σοι ἀποκρίνωμαι, ὦ Λυκῖνε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="45"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">εἰκότως· οὐδὲ γὰρ εὐπρόσωπον οὐδέν. ὥστε ἢν ἐθέλωμεν ἢ τὸν ἔχοντα τὴν ἱερὰν φιάλην εὑρεῖν ἢ τὸν ἔφεδρον ἢ τὸν ἄριστα ἡγησόμενον ἡμῖν ἐς τὴν πόλιν ἐκείνην τὴν Κόρινθον, ἐπὶ πάντας ἀναγκαίως ἀφιξόμεθα καὶ ἐξετάσομεν ἄκρως πειρώμενοι καὶ ἀποδύοντες καὶ παραθεωροῦντες· μόλις γὰρ ἂν οὕτω τἀληθὲς ἐκμάθοιμεν. <milestone unit="Reitz_page" n="787"/> καὶ εἴ γέ τις μέλλει σύμβουλός μοι ἀξιόπιστος ἔσεσθαι φιλοσοφίας πέρι, ἥντινα φιλοσοφητέον, οὗτος ἂν εἴη μόνος ὁ τὰ ὑπὸ πασῶν αὐτῶν λεγόμενα εἰδώς, οἱ δʼ ἄλλοι ἀτελεῖς, καὶ οὐκ ἂν πιστεύσαιμι αὐτοῖς, ἔστʼ ἂν καὶ μιᾶς ἀπείρατοι ὦσι· τάχα γὰρ ἂν ἡ ἀρίστη ἐκείνη εἴη. οὐ γὰρ δὴ εἴ τις παραστησάμενος καλὸν ἄνθρωπον <pb n="p.365"/> λέγοι τοῦτον εἶναι κάλλιστον ἀνθρώπων ἁπάντων, πιστεύσαιμεν ἂν αὐτῷ, ἢν μὴ εἰδῶμεν ὅτι πάντας ἀνθρώπους ἑώρακεν· ἴσως μὲν γὰρ καὶ οὗτος καλός, εἰ δὲ πάντων κάλλιστος, οὐκ ἂν ἔχοι εἰδέναι μὴ ἰδὼν ἅπαντας. ἡμεῖς δὲ οὐκ αὐτὸ μόνον καλοῦ, ἀλλὰ τοῦ καλλίστου δεόμεθα, καὶ ἢν μὴ τοῦτο εὕρωμεν, οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι ἡγησόμεθα· οὐ γὰρ ἀγαπήσομεν ὁποιῳδήποτε καλῷ ἐντυχόντες, ἀλλʼ ἐκεῖνο τὸ ἀκρότατον ζητοῦμεν κάλλος, ὅπερ ἀνάγκη ἓν εἶναι. </p></sp></div></div></body></text></TEI>