<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="39"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"> καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ, ὁ δὲ ἀργύρου· εἰ δὲ ὃ ἔχει, τοῦτο τὸ ἱερόν ἐστιν, οὐδέπω δῆλον. πᾶσα τοίνυν <pb n="p.361"/> ἀνάγκη ἀπορεῖν ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον, ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ θεοῦ ὑφῃρημένος· ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν. τὸ <milestone unit="Reitz_page" n="782"/> δʼ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν, οἶμαι, τὸ ἀνεπίγραφον εἶναι τὴν ἀπολομένην φιάλην — θῶμεν γὰρ φιάλην ἀπολωλέναι — ὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος, ἧττον ἂν ἐκάμνομεν καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθʼ ἂν ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς ἑωρακέναι πολλάκις. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ ὀρθῶς οἴει· πολλάκις γὰρ καὶ πολλαχόθι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς ἐκαθέζου; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύμουν γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς Ἑλλανοδίκαις γιγνόμενα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οἶδα γάρ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν ἂν ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών. </p></sp></div></div></body></text></TEI>