<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="35"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους ἀτρεμεῖν ἐάσωμεν· οὐ γὰρ κατʼ ἐμὲ ἀνταγωνίζεσθαι αὐτοῖς· νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφʼ ἡμῶν αὐτῶν ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας πρᾶγμα, οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ γε ἢ τὴν Γέλωνος γυναῖκα <milestone unit="Reitz_page" n="777"/> τί ἔδει καλεῖν ἐκ Συρακουσῶν ἐπὶ τὸν λόγον; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλʼ ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον· σὺ δὲ λέγε ἤδη· θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει· ἤν τις λέγῃ πρὸς σὲ <pb n="p.358"/> μόνον τοῦτο, ὡς αἱ δύο δυάδες τὸν τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περιιόντα σε πυνθάνεσθαι τῶν ἄλλων, ὅσοι ἀριθμητικοί, μή τις ἄρα εἴη πέντε ἢ ἑπτα λέγων αὐτὰς εἶναι; ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> αὐτίκα, ὦ Ἑρμότιμε. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τί ποτʼ οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε γένοιτο, οὐδʼ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι λέγωσιν; </p></sp></div></div></body></text></TEI>