Λυκῖνος τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. ἢ τάχʼ ἄν τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων, ὦ Λυκῖνε, εἰ τις Αἰθίοψ μηδεπώποτε ἄλλους ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ ἀποδεδημηκέναι τὸ παράπιν, ἔν τινι συλλόγῳ τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ἢ ξανθοὺς μηδὲ ἄλλο τι ἢ μέλανας, ἆρα πιστεύοιτʼ ἂν ὑπʼ αὐτῶν; ἢ εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, ὦ θρασύτατε, οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρʼ ἡμῶν οὐδαμόσε οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι. φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην; ἢ πῶς, ὦ Ἑρμότιμε, συμβουλεύεις; Ἑρμότιμος οὕτω· δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι. Λυκῖνος καὶ γὰρ ἔμοιγε, ὦ Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ τοῦτο οὐκέτʼ οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει· ἐμοὶ μὲν γὰρ τοῦτο καὶ πάνυ δοκεῖ. Ἑρμότιμος τὸ ποῖον; Λυκῖνος ἐπάξει δηλαδὴ ὁ ἀνὴρ καὶ φήσει πρός με ὧδέ πως· ἀνάλογον τοίνυν κείσθω τις ἡμῖν, ὦ Λυκῖνε, τὰ Στωϊκῶν μόνα εἰδώς, καθάπερ ὁ σὸς φίλος οὗτος ὁ Ἑρμότιμος, ἀποδημήσας δὲ μηδεπώποτε μήτε ἐς Πλάτωνος μήτε παρὰ τὸν Ἐπίκουρον μήτε ὅλως παρʼ ἄλλον τινά. εἰ τοίνυν λέγοι μηδὲν οὕτω καλὸν εἶναι μηδʼ ἀληθὲς παρὰ τοῖς πολλοῖς, οἷα τὰ τῆς Στοᾶς ἐστι καὶ ἃ ἐκείνη φησίν, οὐκ ἂν εὐλόγως θρασὺς εἶναι δόξειεν ἄν σοι περὶ πάντων ἀποφαινόμενος, καὶ ταῦτα ἓν εἰδώς, οὐδεπώποτε ἐξ Αἰθιοπίας τὸν ἕτερον πόδα προελθών; τί βούλει ἀποκρίνωμαι αὐτῷ; Ἑρμότιμος τὸ ἀληθέστατον ἐκεῖνο δηλαδή, ὅτι ἡμεῖς τὰ μὲν Στωϊκῶν καὶ πάνυ ἐκμανθάνομεν ὡς ἂν κατὰ ταῦτα φιλοσοφεῖν ἀξιοῦντες, οὐκ ἀγνοοῦμεν δὲ καὶ τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· ὁ γὰρ διδάσκαλος κἀκεῖνα μεταξὺ καὶ διέξεισι πρὸς ἡμᾶς καὶ ἀνατρέπει γε αὐτὰ προσθεὶς αὐτός. Λυκῖνος ἢ νομίζεις ἐνταῦθα σιωπήσεσθαι ἡμῖν τοὺς ἀμφὶ τὸν Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους, οὐχὶ δὲ ἀναγελάσαντας ἂν εἰπεῖν πρὸς ἐμέ, Οἷα ποιεῖ, ὦ Λυκῖνε, ὁ ἑταῖρός σου ὁ Ἑρμότιμος; ἀξιοῖ τοῖς ἀντιδίκοις περὶ ἡμῶν πιστεύειν καὶ οἴεται τοιαῦτα εἶναι τὰ ἡμέτερα, ὁποῖα ἂν ἐκεῖνοι φῶσιν ἢ οὐκ εἰδότες ἢ κρυπτόμενοι τἀληθές; οὐκοῦν ἤν τινα καὶ τῶν ἀθλητῶν ἴδῃ ἀσκούμενον πρὸ τοῦ ἀγῶνος, λακτίζοντα εἰς τὸν ἀέρα ἢ πὺξ κενὴν πληγήν τινα καταφέροντα, ὡς τὸν ἀνταγωνιστὴν δῆθεν παίοντα, εὐθὺς ἀνακηρύξει αὐτὸν ἀγωνοθέτης ὢν ὡς ἄμαχόν τινα, ἢ ἐκεῖνα μὲν οἰήσεται ῥᾴδια εἶναι καὶ ἀσφαλῆ τὰ νεανιεύματα, οὐδενος ἀνταιρομένου αὐτῷ, τὴν δὲ νίκην τηνικαῦτα κρίνεσθαι, ὁπόταν καταγωνίσηται τὸν ἀντίπαλον αὐτὸν καὶ κρατήσῃ, ὸ δʼ ἀπαγορεύσῃ, ἄλλως δὲ οὔ; μὴ τοίνυν μηδὲ Ἑρμότιμος ἀφʼ ὧν ἂν οἱ διδάσκαλοι αὐτοῦ σκιαμαχῶσι πρὸς ἡμᾶς ἀπόντας, οἰέσθω κρατεῖν αὐτοὺς ἢ τὰ ἡμέτερα τοιαῦτα εἶναι ὡς ἀνατρέπεσθαι ῥᾳδίως· ἐπεὶ τὸ τοιοῦτον ὅμοιον ἂν εἶναι τοῖς τῶν παιδίων οἰκοδομήμασιν, ἃ κατασκευάσαντες ἐκεῖνοι ἀσθενῆ εὐθὺς ἀνατρέπουσιν, ἢ καὶ νὴ Δία τοῖς τοξεύειν μελετῶσιν, οἳ κάρφη τινὰ συνδήσαντες, ἔπειτα ἐπὶ κοντοῦ πήξαντες οὐ πόρρω προθέμενοι στοχάζονται ἀφιέντες, καὶ ἢν τύχωσί ποτε καὶ διαπείρωσι τὰ κάρφη, ἀνέκραγον εὐθὺς ὥς τι μέγα ποιήσαντες, εἰ διεξελήλυθεν αὐτοῖς τὸ βέλος διὰ τῶν φρυγάνων. ἀλλʼ οὐ Πέρσαι γε οὕτω ποιοῦσιν οὐδὲ Σκυθῶν ὅσοι τοξόται, ἀλλὰ πρῶτον μὲν αὐτοὶ κινούμενοι ἀφʼ ἵππων ὡς τὸ πολὺ τοξεύουσιν, ἔπειτα δὲ καὶ τὰ τοξευόμενα κινεῖσθαι ἀξιοῦσιν, οὐχ ἑστῶτα οὐδὲ περιμένοντα τὸ βέλος, ἔστʼ ἂν ἐμπέσῃ, ἀλλὰ διαδιδράσκοντα ὡς ἔνι μάλιστα· θηρία γέ τοι ὡς τὸ πολὺ κατατοξεύουσι, καὶ ὀρνίθων ἔνιοι τυγχάνουσιν. ἢν δέ ποτε καὶ ἐπὶ σκοποῦ δέῃ πειραθῆναι τοῦ τόνου τῆς πληγῆς, ξύλον ἀντίτυπον ἢ ἀσπίδα ὠμοβοΐνην προθέμενοι διελαύνουσι, καὶ οὕτω πιστεύουσι, κἂν διʼ ὅπλων σφίσι χωρῆσαι τοὺς οἰστούς. εἰπὲ τοίνυν, ὦ Λυκῖνε, παρʼ ἡμῶν Ἑρμοτίμῳ ὅτι οἱ διδάσκαλοι αὐτοῦ φρύγανα προθέμενοι κατατοξεύουσιν, εἶτά φασιν ἀνδρῶν ὡπλισμένων κεκρατηκέναι, καὶ εἰκόνας ἡμῶν γραψάμενοι πυκτεύουσι πρὸς ἐκείνας, καὶ κρατήσαντες, ὡς τὸ εἰκός, ἡμῶν κρατεῖν οἴονται. ἀλλὰ φαίημεν ἂν ἕκαστος πρὸς αὐτοὺς τὰ τοῦ Ἀχιλλέως ἐκεῖνα, ἅ φησι περὶ τοῦ Ἕκτορος, ὅτι οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον. ταῦτα μὲν οἱ ξύμπαντες ἐν τῷ μέρει ἕκαστος. Λυκῖνος ὁ Πλάτων δʼ ἄν μοι δοκεῖ καὶ διηγήσασθαί τι τῶν ἐκ Σικελίας ὡς ἂν εἰδὼς τὰ πλεῖστα· τῷ γὰρ Συρακουσίῳ Γέλωνί φασι δυσῶδες εἶναι τὸ στόμα καὶ τοῦτο ἐπὶ πολὺ διαλαθεῖν αὐτόν, οὐδενὸς τολμῶντος ἐλέγχειν τύραννον ἄνδρα, μέχρι δή τινα γυναῖκα ξένην συνενεχθεῖσαν αὐτῷ τολμῆσαι καὶ εἰπεῖν ὅπως ἔχοι· τὸν δὲ παρὰ τὴν γυναῖκα ἐλθόντα τὴν ἑαυτοῦ ὀργίζεσθαι ὅτι οὐκ ἐμήνυσε πρὸς αὐτὸν εἰδυῖα μάλιστα τὴν δυσωδίαν, τὴν δὲ παραιτεῖσθαι συγγνώμην ἔχειν αὐτῇ· ὑπὲρ γὰρ τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι πλησίον οἰηθῆναι ἅπασι τοῖς ἀνδράσι τοιοῦτό τι ἀποπνεῖν τοῦ στόματος. καὶ ὁ Ἑρμότιμος τοιγαροῦν ἅτε μόνοις τοῖς Στωϊκοῖς ξυνών, φαίη ἂν ὁ Πλάτων, εἰκότως ἀγνοεῖ ὁποῖα τῶν ἄλλων τὰ στόματά ἐστιν. ὅμοια δʼ ἂν καὶ Χρύσιππος εἴποι ἢ ἔτι πλείω τούτων, εἴπερ λιπὼν αὐτὸν ἄκριτον ἐπὶ τὰ Πλάτωνος ὁρμήσαιμι πιστεύσας τινὶ τῶν μόνῳ Πλάτωνι ὡμιληκότων. ἑνί τε λόγῳ ξυνελών φημι, ἄχρι ἂν ἄδηλον ᾖ τίς ἀληθής ἐστι προαίρεσις ἐν φιλοσοφίᾳ, μηδεμίαν αἱρεῖσθαι· ὕβρις γὰρ ἐς τὰς ἄλλας τὸ τοιοῦτον. Ἑρμότιμος ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους ἀτρεμεῖν ἐάσωμεν· οὐ γὰρ κατʼ ἐμὲ ἀνταγωνίζεσθαι αὐτοῖς· νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφʼ ἡμῶν αὐτῶν ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας πρᾶγμα, οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ γε ἢ τὴν Γέλωνος γυναῖκα τί ἔδει καλεῖν ἐκ Συρακουσῶν ἐπὶ τὸν λόγον; Λυκῖνος ἀλλʼ ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον· σὺ δὲ λέγε ἤδη· θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας. Ἑρμότιμος δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει· ἤν τις λέγῃ πρὸς σὲ μόνον τοῦτο, ὡς αἱ δύο δυάδες τὸν τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περιιόντα σε πυνθάνεσθαι τῶν ἄλλων, ὅσοι ἀριθμητικοί, μή τις ἄρα εἴη πέντε ἢ ἑπτα λέγων αὐτὰς εἶναι; ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει; Λυκῖνος αὐτίκα, ὦ Ἑρμότιμε. Ἑρμότιμος τί ποτʼ οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε γένοιτο, οὐδʼ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι λέγωσιν;