Λυκῖνος ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατα μέσην την ἄνοδον εἶναί σε ἤδη λέγοντες οὐκ ἂν ἁμάρτοιμεν. Ἑρμότιμος οὐδέπω οὐδὲ τοῦτο· πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο. Λυκῖνος ἀλλὰ ποῦ. γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα; Ἑρμότιμος ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν βιαζόμενον· ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος. Λυκῖνος οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφʼ ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς. Ἑρμότιμος αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον· ὅσον γοῦν ἐπʼ ἐκείνῳ πάλαι ἂν ἐσπάσμην ἄνω καὶ συνῆν αὐτοῖς, τὸ δʼ ἐμὸν ἔτι ἐνδεῖ.