<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="26"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἔνθα δή μοι καὶ ἡ πᾶσα ἀπορία ἐστίν· ἐφʼ ἣν γὰρ ἂν ἔλθω αὐτῶν, ἀνὴρ κατὰ τὴν ἀρχὴν τῆς ἀτραποῦ ἑκάστης ἐφεστὼς ἐν τῇ εἰσόδῳ μάλα τις ἀξιόπιστος ὀρέγει τε τὴν Χεῖρα καὶ προτρέπει κατὰ τὴν αὐτοῦ ἀπιέναι, λέγων ἕκαστος αὐτῶν μόνος τὴν εὐθεῖαν εἰδέναι, τοὺς δʼ ἄλλους <pb n="p.351"/> πλανᾶσθαι μήτε αὐτοὺς ἐληλυθότας μήτε ἄλλοις ἡγήσασθαι δυναμένοις ἀκολουθήσαντας. κἂν ἐπὶ τὸν πλησίον ἀφίκωμαι, κἀκεῖνος τὰ ὅμοια ὑπισχνεῖται περὶ τῆς αὐτοῦ ὁδοῦ καὶ τοὺς ἄλλους κακίζει, καὶ ὁ παρʼ αὐτὸν ὁμοίως καὶ ἑξῆς ἅπαντες. τό τε τοίνυν πλῆθος τῶν ὁδῶν καὶ τὸ ἀνόμοιον αὐτῶν οὐ μετρίως ταράττει με καὶ ἀπορεῖν ποιεῖ, <milestone unit="Reitz_page" n="766"/> καὶ μάλιστα οἱ ἡγεμόνες ὑπερδιατεινόμενοι καὶ τὰ ἑαυτῶν ἕκαστοι ἐπαινοῦντες· οὐ γὰρ οἶδα ἥντινα τραπόμενος ἢ τῷ μᾶλλον αὐτῶν ἀκολουθήσας ἀφικοίμην ἂν πρὸς τὴν πόλιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="27"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ἀλλʼ ἐγώ σε ἀπολύσω τῆς ἀπορίας· τοῖς γὰρ προωδοιπορηκόσιν, ὦ Λυκῖνε, πιστεύσας οὐκ ἂν σφαλείης. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τίσι λέγεις; τοῖς κατὰ ποίαν ὁδὸν ἐλθοῦσιν, ἢ τίνι τῶν ἡγεμόνων ἀκολουθήσασιν; αὖθις γὰρ ἡμῖν τὸ αὐτὸ ἄπορον ἐν ἄλλῃ μορφῇ ἀναφαίνεται ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς ἄνδρας μετεληλυθός. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πῶς τοῦτο φής; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅτι ὁ μὲν τὴν Πλάτωνος τραπόμενος καὶ συνοδοιπορήσας μετʼ αὐτοῦ, ἐκείνην ἐπαινέσεται δῆλον ὅτι, ὁ δὲ τὴν Ἐπικούρου, ἐκείνην, καὶ ἄλλος ἄλλην, σὺ δὲ τὴν ὑμετέραν. ἢ πῶς γάρ, ὦ Ἑρμότιμε; οὐχ οὕτως; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πῶς γὰρ οὔ; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐ τοίνυν ἀπέλυσάς με τῆς ἀπορίας, ἀλλʼ ἔτι ὁμοίως ἀγνοῶ τῷ μᾶλλον χρὴ πιστεῦσαι τῶν ὁδοιπόρων· ὁρῶ γὰρ ἕκαστον αὐτῶν καὶ αὐτὸν τὸν ἡγεμόνα μιᾶς πεπειραμένον καὶ ἐκείνην ἐπαινοῦντα καὶ λέγοντα, ὡς αὕτη μόνη ἄγει ἐπὶ τὴν πόλιν. οὐ μέντοι ἔχω εἰδέναι εἰ ἀληθῆ φησιν· ἀλλʼ ὅτι μὲν ἀφῖκται πρός τι τέλος καὶ εἶδέ τινα πόλιν, δώσω αὐτῷ ἴσως, εἰ δὲ ἐκείνην εἶδεν, ἣν <milestone unit="Reitz_page" n="767"/> ἐχρῆν, ἐν ᾗ ἐπιθυμοῦμεν ἐγώ τε καὶ σὺ πολιτεύσασθαι, ἢ δέον εἰς Κόρινθον ἐλθεῖν, ὁ δʼ εἰς Βαβυλῶνα ἀφικόμενος <pb n="p.352"/> οἴεται Κόρινθον ἑωρακέναι, ἄδηλον ἐμοὶ γοῦν ἔτι· οὐ γὰρ πάντως ὁ τινὰ πόλιν ἰδὼν Κόρινθον εἶδεν, εἴ γε ού μόνη πόλις ἐστὶν ἡ Κόρινθος. ὃ δὲ δὴ μάλιστα εἰς ἀπορίαν με καθίστησιν, ἐκεῖνό ἐστι, τὸ εἰδέναι ὅτι πᾶσα ἀνάγκη μίαν εἶναι τὴν ἀληθῆ ὁδόν· καὶ γὰρ ἡ Κόρινθος μία ἐστίν, αἱ δʼ ἄλλαι πανταχόσε μᾶλλον ἢ εἰς Κόρινθον ἄγουσιν, εἰ μή τις οὕτω σφόδρα παραπαίει, ὡς οἴεσθαι καὶ τὴν εἰς Ὑπερβορέους καὶ τὴν εἰς Ἰνδοὺς ἄγουσαν εἰς Κόρινθον στέλλειν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ πῶς οἷόν τε, ὦ Λυκῖνε; ἄλλη γὰρ ἀλλαχόσε ἄγει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="28"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">οὐκοῦν, ὦ καλὲ Ἑρμότιμε, οὐ μικρᾶς δεῖ βουλῆς ἐπὶ τὴν αἵρεσιν τῶν ὁδῶν τε καὶ ἡγεμόνων, οὐδὲ τοῦτο δὴ τὸ τοῦ λόγου ποιήσομεν, ἔνθα ἂν ἡμᾶς οἱ πόδες φέρωσιν, ἐκεῖσε ἄπιμεν· ἐπεὶ λήσομεν οὕτως ἀντὶ τῆς εἰς Κόρινθον ἀγούσης τὴν ἐπὶ Βαβυλῶνος ἢ Βάκτρων ἀπιόντες. οὐδὲ γὰρ οὐδʼ ἐκεῖνο καλῶς ἔχει, τῇ τύχῃ ἐπιτρέπειν ὡς τάχα ἂν τὴν ἀρίστην ἑλομένους, εἰ καὶ ἄνευ ἐξετάσεως ὁρμήσαιμεν ἐπὶ μίαν τῶν ὁδῶν ἡντιναοῦν· <milestone unit="Reitz_page" n="768"/> δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέσθαι, καὶ ἴσως ποτὲ ἐγένετο καὶ ἐν τῷ μακρῷ χρόνῳ· ἡμᾶς δέ γε περὶ τῶν οὕτω μεγάλων οὐκ οἶμαι δεῖν παραβόλως ἀναρριπτεῖν οὐδʼ ἐς στενὸν κομιδῇ κατακλείειν τὴν ἐλπίδα ἐπὶ ῥιπός, ὡς ἡ παροιμία φησί, τὸν Αἰγαῖον ἢ τὸν Ἰόνιον διαπλεῦσαι θέλοντας, ὅτε οὐδʼ αἰτιασαίμεθʼ ἂν εὐλόγως τὴν τύχην, εἰ τοξεύουσα καὶ ἀκοντίζουσα μὴ πάντως ἔτυχε τἀληθοῦς ἑνὸς ὄντος ἐν μυρίοις τοῖς ψεύδεσιν, ὅπερ οὐδὲ τῷ Ὁμηρικῷ τοξότῃ ὑπῆρξεν, ὃς δέον τὴν πελειάδα κατατοξεῦσαι, ὁ δὲ τὴν μήρινθον ἐνέτεμεν, ὁ Τεῦκρος, οἶμαι. ἀλλὰ παρὰ πολὺ ἐκεῖνο εὐλογώτερον τῶν πολλῶν τρωθήσεσθαι <milestone unit="Reitz_page" n="769"/> καὶ περιπεσεῖσθαι τῷ τοξεύματι ἐλπίζειν, ἢ πάντως ἐκεῖνο τὸ ἓν ἐξ ἁπάντων. ὁ δὲ κίνδυνος ὅτι οὐ μικρός, εἰ ἀντὶ <pb n="p.353"/> τῆς ἐπ εὐθὺ ἀγούσης ἐς τῶν πεπλανημένων μίαν ἀγνοοῦντες ἐμπέσοιμεν, ἐλπίζοντες ἄμεινον αἱρήσεσθαι τὴν τύχην ὑπὲρ ἡμῶν, εἰκάζειν οἶμαι· οὐδὲ γὰρ ἀναστρέψαι ἔτι καὶ ἀνασωθῆναι ὀπίσω ῥᾴδιον, ἢν ἅπαξ ἐπιδῷ τῇ πνεούσῃ τις αὑτὸν τὰ ἀπόγεια λυσάμενος, ἀλλʼ ἀνάγκη ἐν τῷ πελάγει διαφέρεσθαι ναυτιῶντα ὡς τὸ πολὺ καὶ δεδιότα καὶ καρηβαροῦντα ὑπὸ τοῦ σάλου, δέον ἐξ ἀρχῆς, πρὶν ἐκπλεῦσαι, ἀναβάντα ἐπὶ σκοπήν τινα σκέψασθαι εἰ ἐπίφορόν ἐστι καὶ οὔριον τὸ πνεῦμα τοῖς Κόρινθόνδε διαπλεῦσαι ἐθέλουσι, καὶ νὴ Δία κυβερνήτην ἕνα <milestone unit="Reitz_page" n="770"/> τὸν ἄριστον ἐκλέξασθαι καὶ ναῦν εὐπαγῆ, οἵαν διαρκέσαι πρὸς τηλικοῦτον κλύδωνα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="29"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὕτω γε ἄμεινον, ὦ Λυκῖνε, παρα πολύ. πλὴν οἶδά γε ὅτι ἅπαντας ἐν κύκλῳ περιελθὼν οὐκ ἄλλους ἂν εὕροις οὔτε ἡγεμόνας ἀμείνους οὔτε κυβερνήτας ἐμπειροτέρους τῶν Στωϊκῶν, καὶ ἢν ἐθελήσῃς γε ἀφικέσθαι ποτὲ εἰς τὴν Κόρινθον, ἐκείνοις ἕψῃ κατὰ τὰ Χρυσίππου καὶ Ζήνωνος ἴχνη προϊών· ἄλλως δὲ ἀδύνατον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὁρᾷς, τοῦτο ὡς κοινόν, ὦ Ἑρμότιμε, εἴρηκας; εἴποι γὰρ ἂν αὐτὸ καὶ ὁ τῷ Πλάτωνι ξυνοδοιπορῶν καὶ ὁ Ἐπικούρῳ ἑπόμενος καὶ οἱ ἄλλοι, μὴ ἂν ἐλθεῖν με εἰς τὴν Κόρινθον, εἰ μὴ μεθʼ ἑαυτοῦ, ἕκαστος. ὥστε ἢ πᾶσι πιστεύειν χρή, ὅπερ γελοιότατον, ἢ ἀπιστεῖν ὁμοίως μακρῷ γὰρ ἀσφαλέστατον τὸ τοιοῦτον, ἄχρι ἂν εὕρωμεν τἀληθῆ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="30"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἐπεὶ φέρε, εἰ καθάπερ νῦν ἔχω, ἀγνοῶν ἔτι ὅστις ἐξ ἁπάντων ἐστὶν ὁ ἀληθεύων, ἑλοίμην τὰ ὑμέτερα σοὶ πιστεύσας, ἀνδρὶ φίλῳ, ἀτὰρ μόνα γε τὰ τῶν Στωϊκῶν εἰδότι καὶ μίαν ὁδὸν ὁδοιπορήσαντι ταύτην, ἔπειτα θεῶν τις ἀναβιῶναι ποιήσειε Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἀριστοτέλην καὶ τοὺς ἄλλους, οἱ δὲ περιστάντες ἐρωτῷέν με ἢ καὶ νὴ Δίʼ ἐς δικαστήριον ἀγαγόντες ὕβρεως ἕκαστος δικάζοιντο λέγοντες, Ὦ βέλτιστε Λυκῖνε, τί πα <pb n="p.354"/> <milestone unit="Reitz_page" n="771"/> θὼν ἢ τίνι ποτὲ πιστεύσας Χρύσιππον καὶ Ζήνωνα προετίμησας ἡμῶν, πρεσβυτέρων ὄντων παρὰ πολύ, χθὲς καὶ πρῴην γενομένους, μήτε λόγου μεταδοὺς ἡμῖν μήτε πειραθεὶς ὅλως ὧν φαμέν; εἰ ταῦτα λέγοιεν, τί ἂν ἀποκριναίμην αὐτοῖς; ἢ ἐξαρκέσει μοι, ἂν εἴπω Ἑρμοτίμῳ ἐπείσθην φίλῳ ἀνδρί; ἀλλὰ φαῖεν ἄν, οἶδʼ ὅτι, Ἡμεῖς, ὦ Λυκῖνε, οὐκ ἴσμεν τὸν Ἑρμότιμον τοῦτον ὅστις ποτέ ἐστιν, οὐδὲ ἐκεῖνος ἡμᾶς· ὥστε οὐκ ἐχρῆν ἁπάντων καταγιγνώσκειν οὐδὲ ἐρήμην ἡμῶν καταδιαιτᾶν ἀνδρὶ πιστεύσαντα μίαν ὁδὸν ἐν φιλοσοφίᾳ καὶ οὐδὲ ταύτην ἴσως ἀκριβῶς κατανοήσαντι. οἱ δέ γε νομοθέται, ὦ Λυκῖνε, οὐχ οὕτω προστάττουσι τοῖς δικασταῖς ποιεῖν, οὐδὲ τοῦ ἑτέρου μὲν ἀκούειν, τὸν δὲ ἕτερον οὐκ ἐᾶν λέγειν ὑπὲρ ἑαυτοῦ ἃ οἴεται ξυμφέρειν, ἀλλʼ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι, ὡς ῥᾷον ἀντεξετάζοντες τοὺς λόγους εὑρίσκοιεν τἀληθῆ τε καὶ ψευδῆ, καὶ ἤν γε μὴ οὕτω ποιῶσιν, ἐφιέναι δίδωσιν ὁ νόμος εἰς ἕτερον δικαστήριον.</p></sp></div></div></body></text></TEI>