<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="23"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ καὶ μεθέξειν τῆς πολι τείας; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ τούτῳ σπουδαστέον, τῶν δʼ ἄλλων ἀμελητέον, καὶ μήτε <pb n="p.349"/> πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης πολὺν ποιεῖσθαι τὸν λόγον μήτε παίδων ἢ γονέων, ὅτῳ εἰσίν, ἐπικατεχόντων καὶ κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα τὸ ἱμάτιον, εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν, <milestone unit="Reitz_page" n="762"/> ἐσσύμενον ἐκεῖσε· οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.</p></sp></div></div></body></text></TEI>