Λυκῖνος οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα, καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας. Ἑρμότιμος ἐγώ σοι φράσω· ἑώρων τοὺς πλείστους ἐπʼ αὐτὴν ὁρμῶντας, ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν. Λυκῖνος πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις. Ἑρμότιμος ἀλλʼ οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ. Λυκῖνος ὡς οὐκ ἐθέλεις διδάξαι με, ἀλλʼ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. Ἑρμότιμος οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον, ὅτι ἀνδρώδεις καὶ πάντα γιγνώσκουσι, καὶ ὅτι ὁ ταύτην ἰὼν τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα. Λυκῖνος ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν· οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν. Ἑρμότιμος οὐδαμῶς, ἀλλʼ οἱ ἄλλοι ἔλεγον. Λυκῖνος οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον, ὡς τὸ εἰκός οὗτοι δὲ ἦσαν οἱ τὰ ἄλλα φιλοσοφοῦντες. Ἑρμότιμος οὐ γάρ. Λυκῖνος οἱ δʼ ἄρα ἰδιῶται ταῦτα ἔλεγον. Ἑρμότιμος καὶ μάλα. Λυκῖνος ὁρᾷς, ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές, ἀλλʼ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσε καὶ κατὰ τὰ ὑπʼ ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων ἀξιῶν· οὐ γὰρ ἂν πιστεύσαιμί σοι τοιαῦτα λέγοντι. Ἑρμότιμος ἀλλʼ οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον, ἀλλὰ καὶ ἐμαυτῷ· ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδʼ αὖ πάνυ ἐς τὸ ἀδιάφορον ὑπερεκπῖπτον, ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλʼ ἐπὶ τοῦ μέσου καταστήματος, ὃ δὴ ἄριστον ἅπαντες εἶναι φασιν. Λυκῖνος ἆρʼ οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτούς, ἃ μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ ὁ πώγων βαθὺς καὶ ἐν χρῷ ἡ κουρά; καὶ πρὸς το λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους, ὃς δʼ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος καὶ ἀποβλητέος; Λυκῖνος ἀλλʼ ὅρα μὴ καὶ ταῦτα, ὦ Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπατώμενος συνίημι. Ἑρμότιμος διὰ τί τοῦτʼ ἔφησθα; Λυκῖνος ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις τὴν ἀπὸ τῶν σχημάτων· παρὰ πολὺ γοῦν ἐκεῖνοι εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι, Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις, εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος; Ἑρμότιμος ἀλλʼ ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε, οὐδέ μοι μέλει τῶν τοιούτων. Λυκῖνος ἐχρῆν μέν, ὦ χρηστέ, κοινόν τι τὸ γνώρισμα εἶναι τῶν οὕτω μεγάλων καὶ ἅπασι χρησίμων. πλὴν εἰ δοκεῖ, οἱ μὲν ἔξω ἡμῖν φιλοσοφίας μενέτωσαν οἱ τυφλοί, ἐπείπερ μηδὲ ὁρῶσι — καίτοι ἀναγκαῖον ἦν τοῖς τοιούτοις μάλιστα φιλοσοφεῖν, ὡς μὴ πάνυ ἄχθοιντο ἐπὶ τῇ συμφορᾷ —, οἱ δὲ δὴ βλέποντες, κἂν πάνυ ὀξυδερκεῖς ὦσι, τί ἂν δύναιντο συνιδεῖν τῶν τῆς ψυχῆς ἀπό γε τῆς ἔξωθεν ταύτης περιβολῆς; Λυκῖνος ὃ δὲ βούλομαι εἰπεῖν, τοιόνδε ἐστίν, οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι ἐς τὰ τῆς γνώμης; Ἑρμότιμος καὶ μάλα. Λυκῖνος πῶς οὖν οἷόν τέ σοι ἦν ἀφʼ ὦν ἔφησθα ἐκείνων τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι, ἀλλʼ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος, ἀκήκοας, οἶμαι, ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου, εἰ δὲ μή, ἀλλὰ νῦν ἄκουε· φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας πέρι, καὶ τὸν μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ οἰκίαν ἐπινοῆσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο, καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον, ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν Ἥφαιστον, διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώττων οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ ἔνδον, ὡς ἔοικε, διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ γιγνώσκει ἕκαστος, ἀλλὰ καὶ πότερος ἀμείνων ἢ χείρων.