Ἑρμότιμος ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδασκαλος ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ Μίδας. Λυκῖνος τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα σφίσι γενέσθαι, τὸ δʼ οὖν τέλος τῆς νίκης καθʼ ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε· τὸν γοῦν Εὐθύδημον οὐδʼ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ· ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου, καὶ οὕτως ἐκράτησεν. Ἑρμότιμος εὖ γε· οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν. Λυκῖνος ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν, ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω βαρὺν ἐν τῇ χειρὶ ἔχοντα;