<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" n="9"><p> Βούλεσθε οὖν ἐπαγάγω ἤδη τῷ μύθῳ τὸ τέλος,
ὡς μὴ ἀκέφαλος περινοστοίη; ὥρα γοῦν εἰδέναι
οὗτινός μοι εἵνεκα ὁ Ἀνάχαρσις ἐκ Σκυθίας καὶ
Τόξαρις τὰ νῦν ἐς Μακεδονίαν ἥκετον ἔτι καὶ
Σόλωνα γέροντα ἄνδρα ἐπαγομένω Ἀθήνηθεν.


<pb n="v.6.p.252"/>

φημὶ δὴ ὅμοιόν τι καὶ αὐτὸς παθεῖν τῷ Ἀναχάρσιδι—καὶ
πρὸς Χαρίτων μὴ νεμεσήσητέ μοι τῆς
εἰκόνος, εἰ βασιλικῷ ἀνδρὶ ἐμαυτὸν εἴκασα·
βάρβαρος μὲν γὰρ κἀκεῖνος καὶ οὐδέν τι φαίης ἂν
τοὺς Σύρους ἡμᾶς φαυλοτέρους εἶναι τῶν Σκυθῶν.
ἀτὰρ οὐδὲ κατὰ τὸ βασιλικὸν εἰσποιῶ τἀμὰ ἐς τὴν
ὁμοιότητα, κατ' ἐκεῖνα δέ. ὅτε γὰρ πρῶτον
ἐπεδήμησα ὑμῶν τῇ πόλει, ἐξεπλάγην μὲν εὐθὺς
ἰδὼν τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τῶν ἐμπολιτευομένων
τὸ πλῆθος καὶ τὴν ἄλλην δύναμιν καὶ
λαμπρότητα πᾶσαν. ὥστε ἐπὶ πολὺ ἐτεθήπειν
πρὸς ταῦτα καὶ οὐκ ἐξήρκουν τῷ θαύματι, οἷόν τι
καὶ ὁ νησιώτης ἐκεῖνος νεανίσκος ἐπεπόνθει πρὸς
τὴν τοῦ Μενελάου οἰκίαν. καὶ ἔμελλον οὕτω
διατεθήσεσθαι τὴν γνώμην ἰδὼν πόλιν ἀκμάζουσαν
ἀκμῇ τοσαύτῃ καὶ κατὰ τὸν ποιητὴν ἐκεῖνον
<quote><l>ἀνθοῦσαν ἀγαθοῖς πᾶσιν οἷς θάλλει πόλις.</l></quote>
</p></div></div></body></text></TEI>