<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" n="8"><p> Μακρὸν ἂν εἴη διηγήσασθαι, ὅπως μὲν ἥσθη ὁ
Σόλων τῷ δώρῳ, οἷα δὲ εἶπεν, ὡς δὲ τὸ λοιπὸν
συνῆσαν, ὁ μὲν παιδεύων καὶ διδάσκων τὰ κάλλιστα,
ὁ Σόλων, καὶ φίλον ἅπασι ποιῶν τὸν
Ἀνάχαρσιν καὶ προσάγων τοῖς Ἑλλήνων καλοῖς
καὶ πάντα τρόπον ἐπιμελούμενος, ὅπως ἥδιστα
διατρίψῃ
<note xml:lang="mul" n="6.250.1">διατρίψῃ Graevius: διαπρέψῃ N: διαπρέψει Γ.</note>
 ἐν τῇ Ἑλλάδι, ὁ δὲ τεθηπὼς τὴν
σοφίαν αὐτοῦ καὶ μηδὲ τὸν ἕτερον πόδα ἑκὼν
εἶναι ἀπολειπόμενος. ὡς γοῦν ὑπέσχετο αὐτῷ ὁ
Τόξαρις, ἐξ ἑνὸς ἀνδρὸς τοῦ Σόλωνος ἅπαντα
ἔγνω ἐν ἀκαρεῖ καὶ πᾶσιν ἦν γνώριμος καὶ ἐτιμᾶτο
δι’ ἐκεῖνον. οὐ γὰρ μικρὸν ἦν Σόλων ἐπαινῶν,
ἀλλ’ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπείθοντο
καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον
ἀρίστους ἄνδρας εἶναι. τὰ τελευταῖα καὶ ἐμυήθη
μόνος βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος,
εἰ χρὴ Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι
περὶ αὐτοῦ· καὶ οὐκ ἂν οὐδὲ ἀνέστρεψεν οἶμαι ἐς
Σκύθας, εἰ μὴ Σόλων ἀπέθανεν.
</p></div></div></body></text></TEI>