<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" n="6"><p> Μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις,
ἀλλά με λαβὼν ἄγε παρ' αὐτόν. ἀτὰρ ἐκεῖνο
δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆταί σου
τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. Εὐφήμει, ἦ δ’ ὅς,
ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν
παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου
μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ
ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ
δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας,
ὁ λαλῶν ἑαυτῷ. καὶ ἅμα προσειπὼν τὸν
Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω
 ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.</p></div></div></body></text></TEI>