<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" n="2"><p> Κατὰ τὸν λοιμὸν τὸν μέγαν ἔδοξεν ἡ Ἀρχιτέλους
γυνή, Ἀρεοπαγίτου ἀνδρός, ἐπιστάντα οἱ τὸν




<pb n="v.6.p.242"/>

Σκύθην κελεῦσαι εἰπεῖν Ἀθηναίοις ὅτι παύσονται
τῷ λοιμῷ ἐχόμενοι, ἢν τοὺς στενωποὺς οἴνῳ
πολλῷ ῥαίνωσι. τοῦτο συχνάκις γενόμενον—οὐ
γὰρ ἠμέλησαν οἱ Ἀθηναῖοι ἀκούσαντες—ἔπαυσε
μηκέτι λοιμώττειν αὐτούς, εἴτε ἀτμούς τινας
πονηροὺς ὁ οἶνος σβέσας τῇ ὀδμῇ, εἴτε ἄλλο τι
πλέον εἰδὼς ὁ ἥρως ὁ Τόξαρις, ἅτε ἰατρικὸς ὤν,
συνεβούλευσεν. ὁ δ’ οὖν μισθὸς τῆς ἰάσεως ἔτι
καὶ νῦν ἀποδίδοται αὐτῷ λευκὸς ἵππος καταθυόμενος
ἐπὶ τῷ μνήματι, ὅθεν ἔδειξεν ἡ Δειμαινέτη
προσελθόντα αὐτὸν ἐντείλασθαι ἐκεῖνα τὰ περὶ τοῦ
οἴνου· καὶ εὑρέθη κεῖθι ὁ Τόξαρις τεθαμμένος τῇ
τε ἐπιγραφῇ γνωσθείς, εἰ καὶ μὴ πᾶσα ἔτι ἐφαίνετο,
καὶ μάλιστα, ὅτι ἐπὶ τῇ στήλῃ Σκύθης ἀνὴρ
ἐγκεκόλαπτο, τῇ λαιᾷ μὲν τόξον ἔχων ἐντεταμένον,
τῇ δεξιᾷ δὲ βιβλίον, ὡς ἐδόκει. ἔτι καὶ νῦν ἴδοις
ἂν αὐτοῦ ὑπὲρ ἥμισυ καὶ τὸ τόξον ὅλον καὶ τὸ
βιβλίον· τὰ δὲ ἄνω τῆς στήλης καὶ τὸ πρόσωπον
ὁ χρόνος ἤδη ἐλυμήνατό που· ἔστιν δὲ οὐ πολὺ
ἀπὸ τοῦ Διπύλου, ἐν ἀριστερᾷ εἰς Ἀκαδημίαν
ἀπιόντων, οὐ μέγα τὸ χῶμα καὶ ἡ στήλη χαμαί·
πλὴν ἀλλ’ ἔστεπταί γε ἀεί, καί φασι πυρεταίνοντάς
τινας ἤδη πεπαῦσθαι ἀπ' αὐτοῦ, καὶ μὰ τὸν
Δί' οὐδὲν ἄπιστον, ὃς ὅλην ποτὲ ἰάσατο τὴν
πόλιν.
</p></div></div></body></text></TEI>