Καὶ ὡς μᾶλλον θαυμάσῃς, μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, ὁ μέν, εἴ τινα Σόλωνα ἢ Περικλέα ἢ Ἀριστείδην ἐπινοεῖς, ὁ δὲ υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί ἐπάξεταί Valcken and Dobree: ἀπάξεταί MSS. σε, οὕτω μέγας ἐστὶ καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν· εἰ δὲ καὶ φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος, τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ ὁ νεανίσκος ἔχει. ἥ γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν, ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρ' ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ ἡ πόλις οὐ φιλεῖ μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἒν τοῦτο ἡμῖν δημόσιον ἀγαθόν ἐστιν καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ οὗτος. εἰ δὴ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι χρὴ τὴν χρὴ τὴν ΓΝ: χρηστὴν Ε Ω. χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτ' ἐνδοιάσιμα τὰ σά. ταῦτα νὴ τὸν Δί' ἅπαντες ἔλεγον (εἰ χρὴ καὶ ὅρκον ἐπάγειν τῷ λόγῳ), καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν τῶν προσόντων εἰρηκέναι ἔδοξαν. ἔδοξαν Graevius: ἔδοξα MSS. “οὐχ ἕδρας τοίνυν οὐδ’ ἀμβολᾶς ἔργον,” ὡς ὁ Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι ἡμῖν τοιοῦτοι γένοιντο· ἢν γὰρ τοῦτο ὑπάρξῃ, εὔδια πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων ἡ θάλαττα καὶ ὁ λιμὴν πλησίον.