<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc3" n="1"><p> Οὐ πρῶτος
<note xml:lang="mul" n="6.240.1">πρῶτος edd.: πρῶτον MSS.</note>
 Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας
Ἀθήναζε παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ
καὶ Τόξαρις πρὸς αὐτοῦ, σοφὸς μὲν καὶ φιλόκαλος
ἀνὴρ καὶ ἐπιτηδευμάτων φιλομαθὴς τῶν ἀρίστων,
οἴκοι δὲ οὐ τοῦ βασιλείου γένους ὢν οὐδὲ τῶν
πιλοφορικῶν, ἀλλὰ Σκυθῶν τῶν πολλῶν καὶ
δημοτικῶν, οἷοί εἰσι παρ' αὐτοῖς οἱ ὀκτάποδες
καλούμενοι, τοῦτο δέ ἐστι, δύο βοῶν δεσπότην εἶναι
καὶ ἁμάξης μιᾶς. οὗτος ὁ Τόξαρις οὐδὲ
ἀπῆλθεν ἔτι ὀπίσω ἐς Σκύθας, ἀλλ’ Ἀθήνησιν
ἀπέθανεν, καὶ μετ' οὐ πολὺ καὶ ἥρως ἔδοξεν καὶ
ἐντέμνουσιν αὐτῷ Ξένῳ Ἰατρῷ οἱ Ἀθηναῖοι·
τοῦτο γὰρ τοὔνομα ἥρως γενόμενος ἐπεκτήσατο.
τὴν δ’ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθ' ὅτου ἐς τοὺς
ἥρωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς
ἔδοξεν, οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε
οὐ Σκύθαις μόνον ἐπιχώριον ὂν ἀπαθανατίζειν καὶ
πέμπειν παρὰ τὸν Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις
ἐξεῖναι θεοποιεῖν τοὺς Σκύθας ἐπὶ τῆς Ἑλλάδος.
</p></div></div></body></text></TEI>