<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg062.perseus-grc2" n="6"><p>μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρʼ αὐτόν ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆται σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. εὐφήμει, ἦ δʼ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ· καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον. </p></div></div></body></text></TEI>