μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρʼ αὐτόν ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆται σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. εὐφήμει, ἦ δʼ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ· καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.