μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρʼ αὐτόν ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆται σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. εὐφήμει, ἦ δʼ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ· καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον. Σκύθης δέ ἐστι τῶν παρʼ ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ, ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο τοῖς ἀρίστοις· τοῦτο δʼ ἦν σοὶ προσαγαγεῖν αὐτόν. εἰ τοίνυν ἐγὼ Σόλωνα οἶδα, οὕτω ποιήσεις καὶ προξενήσεις αὐτοῦ καὶ πολίτην γνήσιον ἀποφανεῖς τῆς Ἑλλάδος. καὶ ὅπερ σοι ἔφην μικρὸν ἔμπροσθεν, ὦ Ἀνάχαρσι, πάντα ἑώρακας ἤδη Σόλωνα ἰδών, τοῦτο αἱ Ἀθῆναι, τοῦτο ἡ Ἑλλάς· οὐκέτι ξένος σύ γε, πάντες σε ἴσασι, πάντες σε φιλοῦσι. τηλικοῦτόν ἐστι τὸ κατὰ τὸν πρεσβύτην τοῦτον. ἁπάντων ἐπιλήσῃ τῶν ἐν Σκυθίᾳ συνὼν αὐτῷ· ἔχεις τῆς ἀποδημίας τὰ ἆθλα, τοῦ ἔρωτος τὸ τέλος· οὗτός σοι ὁ Ελληνικὸς κανών, τοῦτο δεῖγμα τῆς φιλοσοφίας τῆς Ἀττικῆς. οὕτω τοίνυν γίγνωσκε ὡς εὐδαιμονέστατος ὤν, ὃς συνέσῃ Σόλωνι καὶ φίλῳ χρήσῃ αὐτῷ. μακρὸν ἂν εἴη διηγήσασθαι, ὅπως μὲν ἥσθη ὁ Σόλων τῷ δώρῳ, οἷα δὲ εἶπεν, ὡς δὲ τὸ λοιπὸν συνῆσαν, ὁ μὲν παιδεύων καὶ διδάσκων τὰ κάλλιστα, ὁ Σόλων, καὶ φίλον ἅπασι ποιῶν τὸν Ἀνάχαρσιν καὶ προσάγων τοῖς Ελλήνων καλοῖς καὶ πάντα τρόπον ἐπιμελούμενος, ὅπως ἥδιστα διατρίψῃ ἐν τῇ Ἑλλάδι, ὁ δὲ τεθηπὼς τὴν σοφίαν αὐτοῦ καὶ μηδὲ τὸν ἕτερον πόδα ἑκὼν εἶναι ἀπολειπόμενος. ὡς γοῦν ὑπέσχετο αὐτῷ ὁ τόξαρις, ἐξ ἑνὸς ἀνδρὸς τοῦ Σόλωνος ἅπαντα ἔγνω ἐν ἀκαρεῖ καὶ πᾶσιν ἦν γνώριμος καὶ ἐτιμᾶτο διʼ ἐκεῖνον· οὐ γὰρ μικρὸν ἦν Σόλων ἐπαινῶν, ἀλλʼ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπεί θοντο καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον ἀρίστους ἄνδρας εἶναι. τὰ τελευταῖα καὶ ἐμυήθη μόνος βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος, εἰ χρὴ Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι περὶ αὐτοῦ· καὶ οὐκ ἂν οὐδὲ ἀνέστρεψεν, οἶμαι, ἐς Σκύθας, εἰ μὴ Σόλων ἀπέθανε. βούλεσθε οὖν ἤδη ἐπαγάγω τῷ μύθῳ τὸ τέλος, ὡς μὴ ἀκέφαλος περινοστοίη; ὥρα γοῦν εἰδέναι οὗτινός μοι εἵνεκα ὁ Ἀνάχαρσις ἐκ Σκυθίας καὶ Τόξαρις τὰ νῦν ἐς Μακεδονίαν ἥκετον ἔτι καὶ Σόλωνα γέροντα ἄνδρα ἐπαγομενω Ἀθήνηθεν. φημὶ δὴ ὅμοιόν τι καὶ αὐ τὸς παθεῖν τῷ Ἀναχάρσιδι, καὶ πρὸς Χαρίτων μὴ νεμεσήσητέ μοι τῆς εἰκόνος, εἰ βασιλικῷ ἀνδρὶ ἐμαυτὸν εἴκασα· βάρβαρος μὲν γὰρ κἀκεῖνος καὶ οὐδέν τι φαίης ἂν τοὺς Σύρους ἡμᾶς φαυλοτερους εἶναι τῶν Σκυθῶν. ἀτὰρ οὐδὲ κατὰ τὸ βασιλικὸν εἰσποιῶ τἀμὰ ἐς τὴν ὁμοιότητα, κατʼ ἐκεῖνα δέ· ὅτε γὰρ πρῶτον ἐπεδήμησα ὑμῶν τῇ πόλει, ἐξεπλάγην μὲν εὐθὺς ἰδὼν τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τῶν ἐμπολιτευομένων τὸ πλῆθος καὶ τὴν ἄλλην δύναμιν καὶ λαμπρότητα πᾶσαν· ὥστε ἐπὶ πολὺ ἐτεθήπειν πρὸς ταῦτα καὶ οὐκ ἐξήρκουν τῷ θαύματι, οἷόν τι καὶ ὁ νησιώτης ἐκεῖνος νεανίσκος ἐπεπόνθει πρὸς τὴν τοῦ Μενελάου οἰκίαν. καὶ ἔμελλον οὕτω διατεθήσεσθαι τὴν γνώμην ἰδὼν πόλιν ἀκμάζουσαν ἀκμῇ τοσαύτῃ καὶ κατὰ τὸν ποιητὴν ἐκεῖνον ἀνθοῦσαν ἀγαθοῖς πᾶσιν οἷς θάλλει πόλις. οὕτω δὴ ἔχων ἐσκοπούμην ἤδη περὶ τῶν πρακτέων, καὶ το μὲν δεῖξαι τῶν λόγων ὑμῖν πάλαι ἐδέδοκτο. τίσι γὰρ ἂν ἄλλοις ἔδειξα σιωπῇ παροδεύσας τηλικαύτην πόλιν; ἐζήτουν γάρ, οὐδὲ ἀποκρύψομαι τἀληθές, οἵτινες οἱ προὔχοντες εἶεν καὶ οἷς ἄν τις προσελθὼν καὶ ἐπιγρα ψάμενος προστάτας συναγωνισταῖς χρῷτο πρὸς τὰ ὅλα. ἐνταῦθά μοι οὐχ εἷς, ὥσπερ τῷ Ἀναχάρσιδι, καὶ οὗτος βάρβαρος, ὁ Τόξαρις, ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες τὰ αὐτὰ μόνον οὐ ταῖς αὐταῖς συλλαβαῖς ἔλεγον· ὦ ξένε, πολλοὶ μὲν καὶ ἄλλοι χρηστοὶ καὶ δεξιοὶ ἀνὰ τὴν πόλιν, καὶ οὐκ αν ἀλλαχόθι τοσούτους εὕροις ἄνδρας ἀγαθούς, δύο δὲ μάλιστά ἐστον ἡμῖν ἄνδρε ἀρίστω, γένει μὲν καὶ ἀξιώματι πολὺ προὔχοντος ἁπάντων, παιδείᾳ δὲ καὶ λόγων δυνάμει τῇ Ἀττικῇ δεκάδι παραβάλλοις ἄν· ἡ δὲ παρὰ τοῦ δήμου εὔνοια πάνυ ἐρωτικὴ πρὸς αὐτούς, καὶ τουτὶ γίγνεται, ὅ τι ἂν οὗτοι ἐθέλωσιν· ἐθέλουσι γὰρ ὅ τι ἂν ἄριστον ᾖ τῇ πόλει. τὴν μὲν γὰρ χρηστότητα καὶ τὴν πρὸς τοὺς ξένους φιλανθρωπίαν καὶ τὸ ἐν μεγέθει τοσούτῳ ἀνεπίφθονον καὶ τὸ μετʼ εὐνοίας αἰδέσιμον καὶ τὸ πρᾷον καὶ τὸ εὐπρόσοδον αὐτὸς ἂν ἄλλοις διηγήσαιο πειραθεὶς μικρὸν ὕστερον.