καὶ ὡς μᾶλλον θαυμάσῃς, μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, ὁ μέν, εἴ τινα Σόλωνα ἢ Περικλέα ἢ Ἀριστείδην ἐπινοεῖς, ὁ δὲ υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί σε, οὕτω μέγας ἐστὶ καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν· εἰ δὲ καὶ φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος, τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ ὁ νεανίσκος ἔχει. ἥ γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν, ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρʼ ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ ἡ πόλις οὐ φιλεῖ μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἓν τοῦτο ἡμῖν δημόσιον ἀγαθόν ἐστι καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ οὗτος. εἰ δὴ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι χρὴ τὴν χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτʼ ἐνδοιάσιμα τὰ σά. ταῦτα νὴ τὸν Δίʼ ἅπαντες ἔλεγον, εἰ χρὴ καὶ ὅρκον ἐπάγειν τῷ λόγῳ, καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν τῶν προσόντων εἰρηκέναι ἔδοξαν. οὐχ ἕδρας τοίνυν οὐδʼ ἀμβολᾶς ἔργον, ὡς ὁ Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι ἡμῖν τοιοῦτοι γένοιντο· ἢν γὰρ τοῦθʼ ὑπάρξῃ, εὔδια πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων ἡ θάλαττα καὶ ὁ λιμὴν πλησίον.