οὕτω δὴ ἔχων ἐσκοπούμην ἤδη περὶ τῶν πρακτέων, καὶ το μὲν δεῖξαι τῶν λόγων ὑμῖν πάλαι ἐδέδοκτο. τίσι γὰρ ἂν ἄλλοις ἔδειξα σιωπῇ παροδεύσας τηλικαύτην πόλιν; ἐζήτουν γάρ, οὐδὲ ἀποκρύψομαι τἀληθές, οἵτινες οἱ προὔχοντες εἶεν καὶ οἷς ἄν τις προσελθὼν καὶ ἐπιγρα ψάμενος προστάτας συναγωνισταῖς χρῷτο πρὸς τὰ ὅλα. ἐνταῦθά μοι οὐχ εἷς, ὥσπερ τῷ Ἀναχάρσιδι, καὶ οὗτος βάρβαρος, ὁ Τόξαρις, ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες τὰ αὐτὰ μόνον οὐ ταῖς αὐταῖς συλλαβαῖς ἔλεγον· ὦ ξένε, πολλοὶ μὲν καὶ ἄλλοι χρηστοὶ καὶ δεξιοὶ ἀνὰ τὴν πόλιν, καὶ οὐκ αν ἀλλαχόθι τοσούτους εὕροις ἄνδρας ἀγαθούς, δύο δὲ μάλιστά ἐστον ἡμῖν ἄνδρε ἀρίστω, γένει μὲν καὶ ἀξιώματι πολὺ προὔχοντος ἁπάντων, παιδείᾳ δὲ καὶ λόγων δυνάμει τῇ Ἀττικῇ δεκάδι παραβάλλοις ἄν· ἡ δὲ παρὰ τοῦ δήμου εὔνοια πάνυ ἐρωτικὴ πρὸς αὐτούς, καὶ τουτὶ γίγνεται, ὅ τι ἂν οὗτοι ἐθέλωσιν· ἐθέλουσι γὰρ ὅ τι ἂν ἄριστον ᾖ τῇ πόλει. τὴν μὲν γὰρ χρηστότητα καὶ τὴν πρὸς τοὺς ξένους φιλανθρωπίαν καὶ τὸ ἐν μεγέθει τοσούτῳ ἀνεπίφθονον καὶ τὸ μετʼ εὐνοίας αἰδέσιμον καὶ τὸ πρᾷον καὶ τὸ εὐπρόσοδον αὐτὸς ἂν ἄλλοις διηγήσαιο πειραθεὶς μικρὸν ὕστερον.