οὐ πρῶτος Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας Ἀθήναζε παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ καὶ Τόξαρις πρὸ αὐτοῦ, σοφὸς μὲν καὶ φιλόκαλος ἀνὴρ καὶ ἐπιτηδευμάτων φιλομαθὴς τῶν ἀρίστων, οἴκοι δὲ οὐ τοῦ βασιλείου γένους ὢν οὐδὲ τῶν πιλοφορικῶν, ἀλλὰ Σκυθῶν τῶν πολλῶν καὶ δημοτικῶν, οἷοί εἰσι παρʼ αὐτοῖς οἱ ὀκτάποδες καλούμενοι, τοῦτο δέ ἐστι, δύο βοῶν δεσπότην εἶναι καὶ ἁμάξης μιᾶς. οὗτος ὁ Τόξαρις οὐδʼ ἀπῆλθεν ἔτι ὀπίσω ἐς Σκύθας, ἀλλʼ Ἀθήνησιν ἀπέθανε, καὶ μετʼ οὐ πολὺ καὶ ἥρως ἔδοξε καὶ ἐντέμνουσιν αὐτῷ Ξένῳ Ἰατρῷ οἱ Ἀθηναῖοι· τοῦτο γὰρ τοὔνομα ἥρως γενόμενος ἐπεκτήσατο. τὴν δὲ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθʼ ὅτου ἐς τοὺς ἥρωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς ἔδοξεν, οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε οὐ Σκύθαις μόνον ἐπιχώριον ὂν ἀπαθανατίζειν καὶ πέμπειν παρὰ τὸν Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις ἐξεῖναι θεοποιεῖν τοὺς Σκύθας ἐπὶ τῆς Ἑλλάδος. κατὰ τὸν λοιμον τὸν μέγαν ἔδοξεν ἡ Ἀρχιτέλους γυνή, Ἀρεοπαγίτου ἀνδρός, ἐπιστάντα οἱ τὸν Σκύθην κελεῦσαι εἰπεῖν Ἀθηναίοις ὅτι παύσονται τῷ λοιμῷ ἐχόμενοι, ἢν τοὺς στενωποὺς οἴνῳ πολλῷ ῥάνωσι. τοῦτο συχνάκις γενόμενον — οὐ γὰρ ἠμέλησαν οἱ Ἀθηναῖοι ἀκούσαντες — ἔπαυσε μηκέτι λοιμώττειν αὐτούς, εἴτε ἀτμούς τινας πονηροὺς ὁ οἰνος σβέσας τῇ ὀδμῇ, εἴτε ἄλλο τι πλέον εἰδὼς ὁ ἥρως ὁ Τόξαρις, ἅτε ἰατρικὸς ὤν, συνεβούλευσεν. ὁ δʼ οὖν μισθὸς τῆς ἰάσεως ἔτι καὶ νῦν ἀποδίδοται αὐτῷ λευκὸς ἵππος καταθυόμενος ἐπὶ τῷ μνήματι, ὅθεν ἔδειξεν ἡ Δειμαινέτη προελθόντα αὐτὸν ἐντείλασθαι ἐκεῖνα τὰ περὶ τοῦ οἴνου· καὶ εὑρέθη κεῖθι ὁ Τόξαρις τεθαμμένος τῇ τε ἐπιγραφῇ γνωσθείς, εἰ καὶ μὴ πᾶσα ἐφαίνετο ἔτι, καὶ μάλιστα, ὅτι ἐπὶ τῇ στήλῃ Σκύθης ἀνὴρ ἐγκεκόλαπτο, τῇ λαιᾷ μὲν τόξον ἔχων ἐντεταμένον, τῇ δεξιᾷ δὲ βιβλίον, ὡς ἐδόκει. ἔτι καὶ νῦν ἴδοις ἂν αὐτοῦ ὑπὲρ ἥμισυ καὶ τὸ τόξον ὅλον καὶ τὸ βιβλίον· τὰ δὲ ἄνω τῆς στήλης καὶ τὸ πρόσωπον ὁ χρόνος ἤδη ἐλυμήνατό που. ἔστι δὲ οὐ πολὺ ἀπὸ τοῦ Διπύλου, ἐν ἀριστερᾷ εἰς Ἀκαδημίαν ἀπιόντων, οὐ μέγα τὸ χῶμα καὶ ἡ στήλη χαμαί· πλὴν ἀλλʼ ἔστεπταί γε ἀεί, καί φασι πυρεταίνοντάς τινας ἤδη πεπαῦσθαι ἀπʼ αὐτοῦ, καὶ μὰ τὸν Δίʼ οὐδὲν ἄπιστον, ὃς ὅλην ποτὲ ἰάσατο τὴν πόλιν. ἀλλὰ γὰρ οὗπερ ἕνεκα ἐμνήσθην αὐτοῦ, ἔζη μὲν ἔτι ὸ Τόξαρις, ὁ Ἀνάχαρσις δὲ ἄρτι καταπεπλευκὼς ἀνῄει ἐκ Πειραιῶς, οἷα δὴ ξένος καὶ βάρβαρος οὐ μετρίως τεταραγμένος ἔτι τὴν γνώμην, πάντα ἀγνοῶν, ψοφοδεὴς πρὸς τὰ πολλά, οὐκ ἔχων ὅ τι χρήσαιτο ἑαυτῷ· καὶ γὰρ συνίει καταγελώμενος ὑπὸ τῶν ὁρώντων ἐπὶ τῇ σκευῇ, καὶ ὁμόγλωσσον οὐδένα εὕρισκε, καὶ ὅλως μετέμελεν αὐτῷ ἤδη τῆς ὁδοῦ, καὶ ἐδέδοκτο ἰδόντα μόνον τὰς Ἀθήνας ἐπὶ πόδα εὐθὺς ὀπίσω χωρεῖν καὶ πλοίῳ ἐπιβάντα πλεῖν αὖθις ἐπὶ Βοσπόρου, ὅθεν οὐ πολλὴ ἔμελλεν αὐτῷ ὁδὸς ἔσεσθαι οἴκαδε ἐς Σκύθας. οὕτως ἔχοντι τῷ Ἀναχάρσιδι ἐντυγχάνει δαίμων τις ἀγαθὸς ὡς ἀληθῶς ὁ Τόξαρις ἤδη ἐν τῷ Κεραμεικῷ· καὶ τὸ μὲν πρῶτον ἡ στολὴ αὐτὸν ἐπεσπάσατο πατριῶτις οὖσα, εἶτα μέντοι οὐ χαλεπῶς ἔμελλε καὶ αὐτὸν γνώσεσθαι τὸν Ἀνάχαρσιν ἅτε γένους τοῦ δοκιμωτάτου ὄντα καὶ ἐν τοῖς πρώτοις Σκυθῶν. ὁ Ἀναχαρσις δὲ πόθεν ἂν ἐκεῖνον ἔγνω ὁμοεθνῆ ὄντα, Ἑλληνιστὶ ἐσταλμένον, ὑπεξυρημένον τὸ γένειον, ἄζωστον, ἀσίδηρον, ἤδη στωμύλον, αὐτῶν τῶν Ἀττικῶν ἕνα τῶν αὐτοχθόνων; οὕτω μετεπεποίητο ὑπὸ τοῦ χρόνου. ἀλλὰ Τόξαρις Σκυθιστὶ προσειπὼν αὐτόν, Οὐ σύ, ἔφη, Ἀνάχαρσις ὢν τυγχάνεις ὁ Δαυκέτου; ἐδάκρυσεν ὑφʼ ἡδονῆς ὁ Ἀνάχαρσις, ὅτι καὶ ὁμόφωνον εὑρήκει τινά, καὶ τοῦτον εἰδότα ὅστις ἦν ἐν Σκύθαις, καὶ ἤρετο, Σὺ δὲ πόθε οἶσθα ἡμᾶς, ὦ ξένε; καὶ αὐτός, ἔφη, ἐκεῖθέν εἰμι παρʼ ὑμῶν, Τόξαρις τοὔνομα, οὐ τῶν ἐπιφανῶν, ὥστε καὶ ἐγνῶσθαι ἄν σοι κατʼ αὐτό. μῶν, ἔφη, σὺ ὁ Τόξαρις εἶ, περὶ οὗ ἐγὼ ἤκουσα ὥς τις Τόξαρις ἔρωτι τῆς Ἑλλάδος ἀπολιπὼν καὶ γυναῖκα ἐν Σκυθίᾳ καὶ παιδία νεογνὰ οἴχοιτο ἐς Ἀθήνας καὶ νῦν διατρίβοι κεῖθι τιμώμενος ὑπὸ τῶν ἀρίστων; ἐγώ, ἔφη, ἐκεῖνός εἰμι, εἴ τις κἀμοῦ λόγος ἔτι παρʼ ὑμῖν. οὐκοῦν, ἦ δʼ ὃς ὁ Ἀνάχαρσις, μαθητήν σου ἴσθι με γεγενημένον καὶ ζηλωτὴν τοῦ ἔρωτος ὃν ἠράσθης, ἰδεῖν τὴν Ἑλλάδα, καὶ κατά γε τὴν ἐμπορίαν ταύτην ἀποδημήσας ἥκω σοι μυρία παθὼν ἐν τοῖς διὰ μέσου ἔθνεσι, καὶ εἴ γε μὴ σοὶ ἐνέτυχον, ἔγνωστο ἤδη πρὶν ἥλιον δῦναι, ὀπίσω αὖθις ἐπὶ ναῦν κατιέναι· οὕτως ἐτεταράγμην ξένα καὶ ἄγνωστα πάντα ὁρῶν. ἀλλὰ πρὸς Ἀκινάκου καὶ Ζαμόλξιδος, τῶν πατρῴων ἡμῖν θεῶν, σύ με, ὦ Τόξαρι, παραλαβὼν ξενάγησον καὶ δεῖξον τὰ κάλλιστα τῶν Ἀθήνησιν, εἶτα καὶ τὰ ἐν τῇ ἄλλῃ Ἑλλάδι, νόμων τε τοὺς ἀρίστους καὶ ἀνδρῶν τοὺς βελτίστους καὶ ἤθη καὶ πανηγύρεις καὶ βίον αὐτῶν καὶ πολιτείαν, διʼ ἅπερ σύ τε κἀγὼ μετὰ σὲ τοσαύτην ὁδὸν ἥκομεν, καὶ μὴ περιίδῃς ἀθέατον αὐτῶν ἀναστρέψοντα. τοῦτο μέν, ἔφη ὁ Τόξαρις, ἥκιστα ἐρωτικὸν εἴρηκας, ἐπὶ τὰς θύρας αὐτὰς ἐλθόντα οἴχεσθαι ἀπιόντα. πλὴν ἀλλὰ θάρρει· οὐ γαρ ἄν, ὡς φής, ἀπέλθοις οὐδʼ ἂν ἀφείη σε ῥᾳδίως ἡ πόλις· οὐχ οὕτως ὀλίγα τὰ θέλγητρα ἔχει πρὸς τοὺς ξένους, ἀλλὰ μάλα ἐπιλήψεταί σου, ὡς μήτε γυναικὸς ἔτι μήτε παίδων, εἴ σοι ἤδη εἰσί, μεμνῆσθαι. ὡς δʼ ἂν τάχιστα πᾶσαν ἴδοις τὴν πόλιν τῶν Ἀθηνῶν, μᾶλλον δὲ τὴν Ελλάδα ὅλην καὶ τὰ Ἑλλήνων καλά, ἐγὼ ὑποθήσομαί σοι. ἔστι σοφὸς ἀνὴρ ἐνταῦθα, ἐπιχώριος μέν, ἀποδημήσας δὲ μάλα πολλὰ ἔς τε Ἀσίαν καὶ ἐς Αἴγυπτον καὶ τοῖς ἀρίστοις τῶν ἀνθρώπων συγγενόμενος, τὰ ἄλλα οὐ τῶν πλουσίων, ἀλλὰ καὶ κομιδῇ πένης· ὄψει γέροντα οὕτω δημοτικῶς ἐσταλμένον. πλὴν διά γε τὴν σοφίαν καὶ τὴν ἄλλην ἀρετὴν πάνυ τιμῶσιν αὐτόν, ὥστε καὶ νομοθέτῃ χρῶνται πρὸς τὴν πολιτείαν καὶ ἀξιοῦσι κατὰ τὰ ἐκείνου προστάγματα βιοῦν. εἰ τοῦτον φίλον κτήσαιο καὶ μάθοις οἷος ἀνήρ ἐστι, πᾶσαν νόμιζε τὴν Ἑλλάδα ἐν αὐτῷ ἔχειν καὶ τὸ κεφάλαιον ἤδη ἂν εἰδέναι τῶν τῇδε ἀγαθῶν· ὡς οὐκ ἔστιν ὅ τι ἂν μεῖζόν σοι καλὸν χαρίσασθαι δυναίμην ἢ συστήσας ἐκείνῳ.