ΛΥΚΙΝΟΣ Τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι, καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν ἐπίπνοιαν N: ἐπίνοιαν ΓΑ. αὐτὸς οὐδ’ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος. ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν· ἐπεὶ τά γε τοιαῦτα πολὺ πολλοὶ Γ. μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ' ἂν ἡμῖν περὶ αὐτῶν—ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν· καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῇ ἐκχυθέντων τῶν σπερμάτων οὐδὲ ἀμᾶν χλωρὸν ἔτι τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν. οὐ μὴν οὐδ’ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψῃς τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφορῇ καλύψης (sic.) . . . ἐπιφοροίη ΓΝ: ἐπιφορῇ Dindorf. τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.