οὐ γάρ, οἶμαι, χρὴ παρὰ τῶν ποιητῶν ἐς τὸ λεπτότατον ἀκριβολογουμένους ἀπαιτεῖν κατὰ συλλαβὴν ἑκάστην ἐντελῆ πάντως τὰ εἰρημένα, κἂν εἴ τι ἐν τῷ τῆς ποιήσεως δρόμῳ παραρρυὲν λάθῃ, πικρῶς τοῦτο ἐξετάζειν, ἀλλ’ εἰδέναι ὅτι πολλὰ ἡμεῖς καὶ τῶν μέτρων ἕνεκα καὶ τῆς εὐφωνίας ἐπεμβάλλομεν· τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ’ ὅπως παρεδέξατο. σὺ δὲ τὸ μέγιστον ὧν ἔχομεν ἀγαθῶν ἀφαιρῇ ἡμᾶς—λέγω δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἐν τῷ ποιεῖν ἐξουσίαν, καὶ τὰ μὲν ἄλλα οὐχ ὁρᾷς ὅσα τῆς ποιήσεως καλά, σκινδαλάμους δὲ καὶ ἀκάνθας τινὰς ἐκλέγεις καὶ λαβὰς τῇ συκοφαντίᾳ ζητεῖς. ἀλλ’ οὐ μόνος ταῦτα σὺ οὐδὲ κατ' ἐμοῦ μόνου, ἀλλὰ πολλοὶ καὶ ἄλλοι τὰ τοῦ ὁμοτέχνου τοῦ ἐμοῦ Ὁμήρου κατακνίζουσι λεπτὰ οὕτω κομιδῇ καὶ μάλιστα μικρὰ ἄττα διεξιόντες.