ΗΣΙΟΔΟΣ Ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνεσθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστιν τῶν ἐρραψῳδημένων ὑπ' ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρ' ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν. ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην—λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα—δίκαιος ἂν εἴην ἀπολογεῖσθαι· αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφ' ὅσον ἂν οἴωνται καλῶς ἔχειν μεταδιδόασιν. ἀπολογίας. ἀπολογιας γ: ἀστυλογίας β.