Ταῦτα οὖν παρὰ τίνος ἄλλου, Ἡσίοδε, ἢ παρ' αὐτοῦ σοῦ μάθοι τις ἄν; πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ “δωτῆρες ἐάων” εἰσίν, οὕτω δὲ καὶ ὑμῖν, τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν, μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας.