Ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτῶν μιᾷ γε πάντως ἐνέχεσθαι· ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι· ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον ταμιευόμενος τὴν χρῆσιν αὐτῶν. ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμ' ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν—λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν—καὶ ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι. Ταῦτα οὖν παρὰ τίνος ἄλλου, Ἡσίοδε, ἢ παρ' αὐτοῦ σοῦ μάθοι τις ἄν; πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ “δωτῆρες ἐάων” εἰσίν, οὕτω δὲ καὶ ὑμῖν, τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν, μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας. ΗΣΙΟΔΟΣ Ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνεσθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστιν τῶν ἐρραψῳδημένων ὑπ' ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρ' ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν. ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην—λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα—δίκαιος ἂν εἴην ἀπολογεῖσθαι· αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφ' ὅσον ἂν οἴωνται καλῶς ἔχειν μεταδιδόασιν. ἀπολογίας. ἀπολογιας γ: ἀστυλογίας β. οὐ γάρ, οἶμαι, χρὴ παρὰ τῶν ποιητῶν ἐς τὸ λεπτότατον ἀκριβολογουμένους ἀπαιτεῖν κατὰ συλλαβὴν ἑκάστην ἐντελῆ πάντως τὰ εἰρημένα, κἂν εἴ τι ἐν τῷ τῆς ποιήσεως δρόμῳ παραρρυὲν λάθῃ, πικρῶς τοῦτο ἐξετάζειν, ἀλλ’ εἰδέναι ὅτι πολλὰ ἡμεῖς καὶ τῶν μέτρων ἕνεκα καὶ τῆς εὐφωνίας ἐπεμβάλλομεν· τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ’ ὅπως παρεδέξατο. σὺ δὲ τὸ μέγιστον ὧν ἔχομεν ἀγαθῶν ἀφαιρῇ ἡμᾶς—λέγω δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἐν τῷ ποιεῖν ἐξουσίαν, καὶ τὰ μὲν ἄλλα οὐχ ὁρᾷς ὅσα τῆς ποιήσεως καλά, σκινδαλάμους δὲ καὶ ἀκάνθας τινὰς ἐκλέγεις καὶ λαβὰς τῇ συκοφαντίᾳ ζητεῖς. ἀλλ’ οὐ μόνος ταῦτα σὺ οὐδὲ κατ' ἐμοῦ μόνου, ἀλλὰ πολλοὶ καὶ ἄλλοι τὰ τοῦ ὁμοτέχνου τοῦ ἐμοῦ Ὁμήρου κατακνίζουσι λεπτὰ οὕτω κομιδῇ καὶ μάλιστα μικρὰ ἄττα διεξιόντες.