ΛΥΚΙΝΟΣ Ἀλλὰ ποιητὴν μὲν ἄριστον εἶναί σε, ὦ Ἡσίοδε, καὶ τοῦτο παρὰ Μουσῶν λαβεῖν μετὰ τῆς δάφνης αὐτός τε δεικνύεις ἐν οἷς ποιεῖς—ἔνθεα γὰρ καὶ σεμνὰ πάντα—καὶ ἡμεῖς πιστεύομεν οὕτως ἔχειν. ἐκεῖνο δὲ ἀπορῆσαι ἄξιον, τί δήποτε προειπὼν ὑπὲρ σαυτοῦ ὡς διὰ τοῦτο λάβοις τὴν θεσπέσιον ἐκείνην ᾠδὴν παρὰ τῶν θεῶν ὅπως κλείοις καὶ ὑμνοίης τὰ παρεληλυθότα καὶ θεσπίζοις τὰ ἐσόμενα, θάτερον μὲν καὶ πάνυ ἐντελῶς ἐξενήνοχας θεῶν τε γενέσεις διηγούμενος ἄχρι καὶ τῶν πρώτων ἐκείνων, χάους καὶ γῆς καὶ οὐρανοῦ καὶ ἔρωτος—ἔτι δὲ γυναικῶν ἀρετὰς καὶ παραινέσεις γεωργικάς, καὶ ὅσα περὶ Πλειάδων καὶ ὅσα περὶ καιρῶν ἀρότου καὶ ἀμήτου καὶ πλοῦ καὶ ὅλως τῶν ἄλλων ἁπάντων· θάτερον δὲ καὶ ὃ χρησιμώτερον ἦν τῷ βίῳ παρὰ πολὺ καὶ θεῶν δωρεαῖς μᾶλλον ἐοικός—λέγω δὲ τὴν τῶν μελλόντων προαγόρευσιν—, οὐδὲ τὴν ἀρχὴν ἐξαπέφηνας, ἀλλὰ τὸ μέρος τοῦτο πᾶν λήθῃ παραδέδωκας οὐδαμοῦ τῆς ποιήσεως ἢ τὸν Κάλχαντα ἢ τὸν Τήλεμον ἢ τὸν Πολύειδον ἢ καὶ Φινέα μιμησάμενος οἳ μηδὲ παρὰ Μουσῶν τούτου τυχόντες ὅμως προεθέσπιζον καὶ οὐκ ὤκνουν χρᾶν τοῖς δεομένοις.