<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg061.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg061.perseus-grc2" n="8"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν, ὥσπερ τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ ὁ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον· ταῦτα γὰρ ἡ μαντική. ἐπεὶ καὶ τὰ τοιαῦτα <milestone unit="Reitz_page" n="246"/> εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων· προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ, ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις ὕοντος προσέτι ἢ χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα, ὡς τὸ εἰκός, ἐπιγενήσεται, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι.</p></sp></div></div></body></text></TEI>