Ἡσίοδος εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας· εἴσῃ γὰρ ὅσα ἐν τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας. καὶ τὸ οἴσεις δʼ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται, καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσι, χρησιμωτάτη ἂν τῷ βίῳ μαντικὴ νομίζοιτο. Λυκῖνος τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδʼ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος, ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν· ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντʼ ἂν ἡμῖν περὶ αὐτῶν, ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν, καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῆ ἐκχυθέντων τῶν σπερμάτων, οὐδὲ ἀμᾶν ἔτι χλωρὸν τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν. οὐ μὴν οὐδʼ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψαις τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφοροίη τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα. Λυκῖνος τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν, ὥσπερ τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ ὁ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον· ταῦτα γὰρ ἡ μαντική. ἐπεὶ καὶ τὰ τοιαῦτα εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων· προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ, ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις ὕοντος προσέτι ἢ χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα, ὡς τὸ εἰκός, ἐπιγενήσεται, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι. Λυκῖνος ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες· ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παραδέξασθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα, οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα· οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δʼ ἀτελῆ ἀπελίμπανεν.