Λυκῖνος ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτιῶν μιᾷ γε πάντως ἐνέχεσθαι· ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι· ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον ταμιευόμενος τὴν χρῆσιν αὐτῶν ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμʼ ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν, λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν, καὶ ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι.