<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="8"><p> Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι
ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς
<note xml:lang="mul" n="6.180.2">Καρδιανὸς Solanus: Σαρδιανὸς MSS.</note>
 ἐν τῇ
πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν
εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος
εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος
τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε,
βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων


<pb n="v.6.p.182"/>

δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως
καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ'
αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε,
τὴν κλῃδόνα. τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς
μάχης ἤδη μοι ὑπέσχηται.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="9"><p> Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν
ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν
Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης
παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ
τούτῳ τῷ
<note xml:lang="mul" n="6.182.1">τῷ add. Cobet.</note>
 συνθήματι τὴν θαυμαστὴν ἐκείνην
νίκην ἐνίκησεν.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="10"><p> Καὶ Πτολεμαῖος δὲ ὁ Λάγου Σελεύκῳ ἐπιστέλλων
σαφῶς ἀνέστρεψε τὴν τάξιν ἐν ἀρχῇ μὲν τῆς
ἐπιστολῆς ὑγιαίνειν αὐτὸν προσειπών, ἐπὶ τέλει
δὲ ἀντὶ τοῦ ἐρρῶσθαι ὑπογράψας τὸ χαίρειν, ὡς
Διονυσόδωρος ὁ τὰς ἐπιστολὰς αὐτοῦ συναγαγών
φησιν.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="11"><p> Ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι,
ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν
στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς
τύχης ἐνεγκόντος. οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος
καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ
βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου
ὑπερβολὴν ᾔτησε παρ' αὐτῶν, ἀλλ’ ἓν τοῦτο
ηὔχετο, ὑγιαίνειν, ὡς ἔστ' ἂν τοῦτ' ἔχῃ, ῥᾳδίως
αὐτῷ τῶν ἄλλων προσγενησομένων. καὶ ἄριστα
οἶμαι ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν
ἁπάντων ἀγαθῶν, ἔστ' ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ.
</p></div></div></body></text></TEI>