<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="7"><p> Μυρία δὲ καὶ ἄλλα ἔκ τε ποιητῶν καὶ συγγραφέων
καὶ φιλοσόφων καταδεῖξαί σοι ἔχων, προτιμώντων
τὸ ὑγιαίνειν, τοῦτο μὲν παραιτήσομαι,
ὡς μὴ εἰς ἀπειροκαλίαν τινὰ μειρακιώδη ἐκπέσῃ
μοι τὸ σύγγραμμα καὶ κινδυνεύωμεν ἄλλῳ ἥλῳ
ἐκκρούειν τὸν ἧλον, ὀλίγα δέ σοι τῆς ἀρχαίας
ἱστορίας ὁπόσα μέμνημαι οἰκεῖα τῷ παρόντι
προσγράψαι καλῶς ἔχειν ὑπέλαβον.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="8"><p> Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι
ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς
<note xml:lang="mul" n="6.180.2">Καρδιανὸς Solanus: Σαρδιανὸς MSS.</note>
 ἐν τῇ
πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν
εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος
εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος
τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε,
βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων


<pb n="v.6.p.182"/>

δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως
καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ'
αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε,
τὴν κλῃδόνα. τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς
μάχης ἤδη μοι ὑπέσχηται.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc3" n="9"><p> Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν
ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν
Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης
παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ
τούτῳ τῷ
<note xml:lang="mul" n="6.182.1">τῷ add. Cobet.</note>
 συνθήματι τὴν θαυμαστὴν ἐκείνην
νίκην ἐνίκησεν.
</p></div></div></body></text></TEI>