σὺ δ’ εὖ οἶδ’ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσιν τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης· ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστίν. καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι.