Ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης ἐνεγκόντος. οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρ' αὐτῶν, ἀλλ’ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστ' ἂν τοῦτ' ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων. καὶ ἄριστα οἶμαι ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστ' ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ. Ναί, φησίν τις, ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφ' ἡμῶν ἀποδέδεικται, ἀποδέδεικται τάχα ἂν εἰπῃ τις. σὺ δὲ . . . Ν. σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἐσφάλης, ἐσφάλης Bekker: ἔφησθα MSS. ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος ἢ περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο. Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος. ἔτι δὲ ὁ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, ὁ δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον ἀλλὰ καὶ παραγγέλλει. τί δ’; οὐχὶ καὶ ἐν τῷ τῶν ἐντολῶν βιβλίῳ, ὃ ἀεὶ παρὰ βασιλέως λαμβάνετε, τοῦτο πρῶτον ὑμῖν ἐστι παράγγελμα, τῆς ὑγιείας τῆς ὑμετέρας αὐτῶν ἐπιμελεῖσθαι; καὶ μάλ' εἰκότως· οὐδὲν γὰρ ἂν εἴη ὄφελος ὑμῶν πρὸς τὰ ἄλλα μὴ οὕτω διακειμένων. ἀλλὰ καὶ ὑμεῖς αὐτοί, εἴ τι κἀγὼ τῆς Ῥωμαίων φωνῆς ἐπαΐω, τοὺς προσαγορεύοντας ἀντιδεξιούμενοι τῷ τῆς ὑγιείας ὀνόματι πολλάκις ἀμείβεσθε. Καὶ ταῦτα πάντα εἶπον οὐχ ὡς ἐκ προνοίας ἀφελὼν μὲν τὸ χαίρειν, ἐπιτηδεύσας δὲ ἀντ' αὐτοῦ εἰπεῖν τὸ ὑγιαίνειν, ἀλλ’ ὡς τοῦτο μὲν ἄκων παθών—ἢ γελοῖος γ' ἂν ἦν ξενίζων καὶ τοὺς καιροὺς τῶν προσαγορεύσεων ἐναλλάττων. χάριν δὲ ὁμολογῶ τοῖς θεοῖς, ὅτι μοι τὸ σφάλμα εἰς ἄλλο μακρῷ αἰσιώτερον περιετράπη καὶ εἰς τὸ ἄμεινον παρώλισθον, καὶ τάχα τῆς Ὑγιείας ἢ Ἀσκληπιοῦ αὐτοῦ ἐπιπνοίᾳ τοῦτ' ἐπράχθη δι’ ἐμοῦ σοι τὸ ὑγιαίνειν ὑπισχνουμένου· ἐπεὶ ἔγωγε πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ μηδέπω πρότερον ἐν τῷ μακρῷ βίῳ ταραχθεὶς ὅμοιον;