<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="6"><p>καὶ τί σοι τοὺς παλαιοὺς λέγω, ὅπου καὶ Ἐπίκουρος ἀνὴρ πάνυ χαίρων τῷ χαίρειν καὶ τὴν ἡδονὴν πρὸ ἁπάντων αἱρούμενος ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς — εἰσὶ δὲ αὗται ὀλίγαι — . καὶ ἐν ταῖς πρὸς τοὺς φιλτάτους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει; πολὺ δʼ ἂν καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ εὕροις τὸ ὑγιαίνειν πρῶτον εὐθὺς λεγόμενον· τὸ μὲν γὰρ <quote rend="blockquote">οὖλέ τε καὶ μάλα χαῖρε</quote> σαφῶς προτεταγμένον τοῦ χαίρειν τὸ ὑγιαίνειν ἔχει· ὁ δὲ Ἄλεξις, <quote rend="blockquote">ὦ δέσποθʼ, ὑγίαινʼ, ὡς χρόνιος ἐλήλυθας·</quote> ὁ δὲ Ἀχαιός, <quote rend="blockquote">ἥκω πεπραγὼς δεινά, σὺ δʼ ὑγίαινέ μοι·</quote> <pb n="p.331"/> καὶ ὁ Φιλήμων, <quote rend="blockquote">αἰτῶ δʼ ὑγίειαν πρῶτον, εἶτʼ εὐπραξίαν, <lb/>τρίτον δὲ χαίρειν, εἶτʼ ὀφείλειν μηδενί.</quote> ὁ μὲν γὰρ τὸ σκόλιον γράψας, οὗ καὶ Πλάτων μέμνηται, <milestone unit="Reitz_page" n="733"/> τί καὶ οὗτός φησιν; ὑγιαίνειν μὲν ἄριστον, τὸ δεύτερον καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν, τοῦ χαίρειν δὲ τὸ παράπαν οὐκ ἐμνήσθη, ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω, <quote rend="blockquote">ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον <lb/>βιοτᾶς·</quote> ὥστε εἰ πρεσβίστη ἐστὶν ὑγίεια, καὶ τὸ ἔργον αὐτῆς τὸ ὑγιαίνειν προτακτέον τῶν ἄλλων ἀγαθῶν. </p></div></div></body></text></TEI>