καὶ τί σοι τοὺς παλαιοὺς λέγω, ὅπου καὶ Ἐπίκουρος ἀνὴρ πάνυ χαίρων τῷ χαίρειν καὶ τὴν ἡδονὴν πρὸ ἁπάντων αἱρούμενος ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς — εἰσὶ δὲ αὗται ὀλίγαι — . καὶ ἐν ταῖς πρὸς τοὺς φιλτάτους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει; πολὺ δʼ ἂν καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ εὕροις τὸ ὑγιαίνειν πρῶτον εὐθὺς λεγόμενον· τὸ μὲν γὰρ οὖλέ τε καὶ μάλα χαῖρε σαφῶς προτεταγμένον τοῦ χαίρειν τὸ ὑγιαίνειν ἔχει· ὁ δὲ Ἄλεξις, ὦ δέσποθʼ, ὑγίαινʼ, ὡς χρόνιος ἐλήλυθας· ὁ δὲ Ἀχαιός, ἥκω πεπραγὼς δεινά, σὺ δʼ ὑγίαινέ μοι· καὶ ὁ Φιλήμων, αἰτῶ δʼ ὑγίειαν πρῶτον, εἶτʼ εὐπραξίαν, τρίτον δὲ χαίρειν, εἶτʼ ὀφείλειν μηδενί. ὁ μὲν γὰρ τὸ σκόλιον γράψας, οὗ καὶ Πλάτων μέμνηται, τί καὶ οὗτός φησιν; ὑγιαίνειν μὲν ἄριστον, τὸ δεύτερον καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν, τοῦ χαίρειν δὲ τὸ παράπαν οὐκ ἐμνήσθη, ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω, ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς· ὥστε εἰ πρεσβίστη ἐστὶν ὑγίεια, καὶ τὸ ἔργον αὐτῆς τὸ ὑγιαίνειν προτακτέον τῶν ἄλλων ἀγαθῶν. μυρία δὲ καὶ ἄλλα ἔκ τε ποιητῶν καὶ συγγραφέων καὶ φιλοσόφων καταδεῖξαί σοι ἔχων, προτιμώντων τὸ ὑγιαίνειν, τοῦτο μὲν παραιτήσομαι, ὡς μὴ εἰς ἀπειροκαλίαν τινὰ μειρακιώδη ἐκπέσῃ μοι τὸ σύγγραμμα καὶ κινδυνεύωμεν ἄλλῳ ἥλῳ ἐκκρούειν τὸν ἧλον, ὀλίγα δέ σοι τῆς ἀρχαίας ἱστορίας ὁπόσα μέμνημαι οἰκεῖα τῷ παρόντι προσγράψαι καλῶς ἔχειν ὑπέλαβον. ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτʼ ἐπιλαθόμενος εῖτʼ ἐκταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ Ηφαιστίωνος ὀλίγου δεῖν ὑπʼ αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε, τὴν κλῃδόνα· τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται. Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ τούτῳ συνθήματι τὴν θαυμαστὴν ἐκείνην νίκην ἐνίκησε. καὶ Πτολεμαῖος δὲ ὁ Λάγου Σελεύκῳ ἐπιστέλλων σαφῶς ἀνέστρεψε τὴν τάξιν ἐν ἀρχῇ μὲν τῆς ἐπιστολῆς ὑγιαίνειν αὐτὸν προσειπών, ἐπὶ τέλει δὲ ἀντὶ τοῦ ἐρρῶσθαι ὑπογράψας τὸ χαίρειν, ὡς Διονυσόδωρος ὁ τὰς ἐπιστολὰς αὐτοῦ συναγαγών φησιν.