ὁ μέν γε θεσπέσιος Πυθαγόρας, εἰ καὶ μηδὲν αὐτὸς ἴδιον ἡμῖν καταλιπεῖν τῶν αὐτοῦ ἠξίωσεν, ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι, οὔτε τὸ χαίρειν οὔτε τὸ εὖ πράττειν προὔγραφεν, ἀλλʼ ἀπὸ τοῦ ὑγιαίνειν ἄρχεσθαι ἐκέλευεν· ἅπαντες γοῦν οἱ ἀπʼ αὐτοῦ ἀλλήλοις ἐπιστέλλοντες ὁπότε σπουδαῖόν τι γράφοιεν, ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ παρεκελεύοντο ὡς καὶ αὐτὸ ψυχῇ τε καὶ σώματι ἁρμοδιώτατον καὶ συνόλως ἅπαντα περιειληφὸς τἀνθρώπου ἀγαθά, καὶ τό γε τριπλοῦν αὐτοῖς τρίγωνον, τὸ διʼ ἀλλήλων, τὸ πεντάγραμμον, ᾧ συμβόλῳ πρὸς τοὺς ὁμοδόξους ἐχρῶντο, ὑγίεια πρὸς αὐτῶν ὠνομάζετο, καὶ ὅλως ἡγοῦντο τῷ μὲν ὑγιαίνειν τὸ εὖ πράττειν καὶ τὸ χαίρειν εἶναι, οὔτε δὲ τῷ εὖ πράττειν οὔτε τῷ χαίρειν πάντως καὶ τὸ ὑγιαίνειν. εἰσὶ δὲ οἳ καὶ τὴν τετρακτύν, τὸν μέγιστον ὅρκον αὐτῶν, ἣ τὸν ἐντελῆ αὐτοῖς ἀριθμὸν ἀποτελεῖ, ἤδη καὶ ὑγιείας ἀρχὴν ἐκάλεσαν, ὧν καὶ Φιλόλαός ἐστι.