<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="4"><p>ἀλλʼ ὁ θαυμαστὸς Πλάτων, ἀνὴρ ἀξιόπιστος νομοθέτης τῶν τοιούτων, τὸ μὲν χαίρειν κελεύει καὶ πάνυ ἀποδοκιμάζειν ὡς μοχθηρὸν ὂν καὶ οὐδὲν σπουδαῖον ἐμφαῖνον, τὸ δʼ εὖ πράττειν ἀντʼ αὐτοῦ εἰσάγει ὡς κοινὸν σώματός τε καὶ ψυχῆς εὖ διακειμένων σύμβολον, καὶ ἐπιστέλλων γε τῷ Διονυσίῳ αἰτιᾶται αὐτόν, ὅτι ποιων ἐς τὸν Ἀπόλλω χαίρειν τὸν <pb n="p.330"/> <milestone unit="Reitz_page" n="729"/> θεὸν προσεῖπεν ὡς ἀνάξιον τοῦ Πυθίου καὶ οὐχ ὅπως θεοῖς, ἀλλʼ οὐδʼ ἀνθρώποις δεξιοῖς πρέπον. </p></div></div></body></text></TEI>