<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="2"><p>ἀρχόμενος μὲν οὖν τῆς γραφῆς πάνυ ἀπόρῳ ἐντεύξεσθαι ᾤμην τῷ προβλήματι, προῖόντι δὲ πολλὰ προὐφάνη τὰ λεκτέα. οὐ μὴν πρότερον ἐρῶ αὐτά, ἢν μὴ περὶ τοῦ χαίρειν αὐτοῦ καὶ τοῦ εὖ πράττειν καὶ τοῦ ὑγιαίνειν προείπω τὰ εἰκότα. τὸ μὲν δὴ χαίρειν ἀρχαία μὲν ἡ προσαγόρευσις, οὐ μὴν ἑωθινὴ μόνον οὐδὲ ὑπὸ τὴν πρώτην ἔντευξιν, ἀλλὰ καὶ πρῶτον μὲν ἰδόντες ἀλλήλους ἔλεγον αὐτό, ὡς τό <quote rend="blockquote">χαῖρʼ, ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας.</quote> <pb n="p.329"/> καὶ μετὰ τὸ δεῖπνον ἐς λόγους ἤδη παροινίους τρεπόμενοι, ὡς τό <quote rend="blockquote">χαῖρʼ, Ἀχιλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς,</quote> Ὀδυσσεὺς ὁπότε τὴν ἐπεσταλμένην πρεσβείαν αὐτῷ ἐρρητόρευε. καὶ ἤδη ἀπιόντες παρʼ ἀλλήλων, ὡς τό <quote rend="blockquote">χαίρετʼ, ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός.</quote> ἴδιος δὲ καιρὸς οὐδεὶς ἀπενενέμητο τῇ προσρήσει, οὐδὲ <milestone unit="Reitz_page" n="727"/> ὡς νῦν μόνος ὁ ἑωθινός, ὅπου γε καὶ ἐπὶ τῶν ἀπαισίων καὶ ἀπευκτοτάτων ὅμως ἐχρῶντο αὐτῇ, ὡς ὁ τοῦ Εὐριπίδου Πολυνείκης ἤδη τελευτῶν τὸν βίον, <quote rend="blockquote">καὶ χαίρετʼ, ἤδη γάρ με περιβάλλει σκότος.</quote> καὶ οὐ μόνον φιλοφροσύνης αὐτοῖς ἦν τοῦτο σύμβολον, ἀλλὰ καὶ ἀπεχθείας καὶ τοῦ μηκέτι χρήσεσθαι ἀλλήλοις· τὸ γοῦν μακρὰ χαίρειν φράσαι τὸ μηκέτι φροντιεῖν δηλοῖ. </p></div></div></body></text></TEI>