<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="17"><p>σὺ δʼ εὖ οἶδʼ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσι τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης· ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστί. καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, <milestone unit="Reitz_page" n="738"/> πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι. </p></div></div></body></text></TEI>