εἰ δὲ δεῖ καὶ ἀνθρωπίνην τινὰ ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν εἰπεῖν, οὐδὲν ξένον, εἰ πάνυ ἐσπουδακὼς ἐπὶ τοῖς ἀρίστοις ὑπὸ σοῦ γνωρίζεσθαι ἐκ τῆς ἄγαν ἐπιθυμίας εἰς τοὐναντίον διαταραχθεὶς ἐνέπεσον. τάχα δʼ ἄν τινα ἐκπλήξειε τῆς κατʼ ὀρθὸν λογισμὸν καὶ στρατιωτῶν πλῆθος, ὧν οἱ μὲν προωθοῦντες, οἱ δὲ ἐν τῇ τάξει τῆς προσαγορεύσεως μὴ μένοντες. σὺ δʼ εὖ οἶδʼ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσι τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης· ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστί. καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι. ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ καὶ τοιόνδε τι λέγεται γενέσθαι· ὁ μὲν ἔτυχε δίκην τινὰ δικάσας ὀρθῶς καὶ ἀπολύσας ἐγκλήματος τοῦ μεγίστου ἀδίκως συκοφαντούμενον ἄνθρωπον, ὁ δὲ χάριν ὁμολογῶν μεγάλῃ τῇ φωνῇ, Χάριν οἶδά σοι, ἔφη, ὦ αὐτοκράτορ, ὅτι κακῶς καὶ ἀδίκως ἐδίκασας· καὶ τῶν περὶ Σεβαστὸν ἀγανακτησάντων καὶ διασπάσασθαι τὸν ἄνθρωπον ἐθελόντων, Παύσασθε χαλεπαίνοντες, ἐκεῖνος ἔφη· οὐ γὰρ τὴν γλῶτταν αὐτοῦ, ἀλλὰ τὴν γνώμην ἐξετάζειν ἄξιον. ἐκεῖνος μὲν οὕτως· σὺ δʼ εἴτε τὴν γνώμην σκέψαιο, πάνυ εὔνουν εὑρήσεις, εἴτε τὴν γλῶτταν, εὔφημος καὶ αὐτή. ἔοικα δʼ ἐνταῦθα ἤδη γενόμενος εἰκότως ἄλλο τι φοβήσεσθαι, μή τισι δόξω ἐξεπίτηδες ἡμαρτηκέναι, ὡς τὴν ἀπολογίαν ταύτην συγγράψαιμι. καὶ εἴη γε, ὦ φίλτατε Ἀσκληπιέ, τοιοῦτον φανῆναι τὸν λόγον, ὡς μὴ ἀπολογίαν, ἀλλʼ ἐπιδείξεως ἀφορμὴν εἶναι δοκεῖν.